113
ἀδελφός, καὶ η διαζεύγνυσθαι ταύτης ἐκέλευον η τοῦ θυσιαστηρίου ἀπέχεσθαι. ὁ δὲ πρὸς τὸν πενθερὸν ἀφικόμενος διηγήσατο ταῦτα. τοῦ δὲ Σαναβαλέτου καὶ τὴν ἱερωσύνην αὐτῷ τηρήσειν ὑπισχνουμένου καὶ ἀρχιερέα ἀποδείξειν καὶ ἡγεμόνα ων αὐτὸς ηρχε τόπων, εἰ τῆς αὐτοῦ θυγατρὸς μὴ ἀπόσχοιτο, καὶ ναὸν οἰκοδομήσειν ἐπὶ τοῦ Γαριζὶν ορους, ο τῶν κατὰ Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον, τοῦ ἐν ̔Ιεροσολύμοις κρείττονα ἐπαγγελλομένου μετὰ γνώμης τοῦ βασιλέως ∆αρείου, 1.284 ἐπαρθεὶς τούτοις ὁ Μανασσῆς κατέμενε παρὰ τῷ Σαναβαλέτῃ. πολλῶν δὲ καὶ αλλων ἱερέων καὶ ̓Ισραηλιτῶν τοιούτοις γάμοις ἐμπεπλεγμένων πάντες συνῄεσαν πρὸς τὸν Μανασσῆν. ὁ μὲν ουν Σαναβαλέτης τῷ βασιλεῖ ∆αρείῳ τὴν περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἐν Γαριζὶν ἀξίωσιν προσάγειν ἡτοίμαστο, ὁ δὲ τῷ ̓Αλεξάνδρῳ συμβαλὼν ἐν ̓Ισσῷ τῆς Κιλικίας καὶ ἡττηθεὶς εφυγεν. ἀπογνοὺς ουν ὁ Σαναβαλέτης ∆αρεῖον τῷ ̓Αλεξάνδρῳ πρόσεισι σὺν ὀκτακισχιλίοις τῶν ὑπ' αὐτόν, καὶ ἑαυτὸν καὶ τοὺς τόπους ων ηρχεν ελεγε παραδιδόναι αὐτῷ. προσδεξαμένου δὲ τοῦ ̓Αλεξάνδρου αὐτόν, θαρρῶν ηδη περὶ τοῦ γαμβροῦ καὶ τῆς τοῦ ναοῦ ἀνεγέρσεως ἐν τῷ Γαριζὶν προσῆγεν ἀξίωσιν. καὶ ἐπιτραπεὶς τὴν οἰκοδομήν, σὺν πάσῃ σπουδῇ τὸν ναὸν ᾠκοδόμησε, καὶ Μανασσῆν τὸν γαμβρὸν ἀρχιερέα κατέστησεν. ̓Επεὶ δὲ μνείαν τοῦ ̓Αλεξάνδρου ὁ τῆς ἱστορίας λόγος πεποίηται, καλὸν καὶ τούτου τὰς πράξεις τε καὶ τὰ ηθη καὶ οθεν κἀκ τίνων εφυ κατ' ἐπιδρομὴν διηγήσασθαι, καὶ ουτως αυθις ἐπαναγαγεῖν τὸν λόγον πρὸς τὴν συνέχειαν· καὶ μᾶλλον οτι καὶ τοῖς ̔Ιεροσολύμοις ουτος ὁ βασιλεὺς ἐπεδήμησε, καί τι θαύματος αξιον γέγονε πρὸς τὸν ἀρχιερέα καὶ τὸν λαὸν ἐξ αὐτοῦ, καὶ αὐτός τι θεῖον οραμα διηγήσατο, ὡς ̓Ιώσηπος ἱστορεῖ· α προϊὼν ὁ λόγος μετὰ τὴν περὶ αὐτοῦ ἱστορίαν διδάξει. Ουτος Φιλίππου μὲν ην τοῦ Μακεδόνων βασιλέως υἱὸς ἐξ ̓Ολυμπιάδος αὐτῷ γεννηθείς, μυθεύεται δὲ Αμμωνος ειναι υἱός, ἐν ειδει δράκοντος τῇ ̓Ολυμ1.285 πιάδι συνευνασθέντος· Αμμωνα δὲ τὸν ∆ία φασίν. ἀλλὰ τοῦτο μὲν μῦθος· λέγεται δὲ τὴν μητέρα αὐτοῦ πρὸ τῆς νυκτὸς ῃ τῷ Φιλίππῳ συγκατηυνάσθη ἐν ὀνείρῳ δόξαι κεραυνὸν ἐμπεσεῖν αὐτῆς τῇ γαστρί, κἀκ τούτου πῦρ ἐξαφθῆναι πολύ, καὶ τοῦτο πάντῃ φερόμενον διαλυθῆναι. μετὰ δὲ τὸν γάμον ὁ Φίλιππος καθ' υπνους ἐδόκει σφραγῖδα τῇ γαστρὶ τῆς γυναικὸς ἐπιβαλεῖν, ἐγγεγλύφθαι δὲ τῇ σφραγῖδι λέοντα. οἱ μὲν ουν αλλοι μάντεις αλλως τὸν ονειρον εκρινον, ̓Αρίστανδρος δὲ κύειν εφη τὴν σφραγισθεῖσαν· μὴ γὰρ δὴ σφραγίζεσθαι τὰ κενά· θυμοειδῆ δ' ἀποβήσεσθαι καὶ λεοντώδη τὸν τεχθησόμενον. ἐγεννήθη δὲ καθ' ην ἡμέραν ἐν ̓Εφέσῳ ὁ ναὸς τῆς ̓Αρτέμιδος ἐνεπέπρηστο· οτε καί τινες ἐκεῖ παρόντες τῶν μάγων διαθέοντες ατην καὶ συμφορὰν βαρεῖαν τῆν ἡμέραν ἐκείνην τῇ ̓Ασίᾳ τεκεῖν ελεγον. Ην δὲ τὴν χρόαν λευκὸς ὁ ̓Αλέξανδρος, ἡ λευκότης δ' ἐφοινίσσετο περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον, καὶ ἡδεῖά τις ἐκ τοῦ χρωτὸς αὐτοῦ ἀπέπνει ἀποφορὰ κἀκ τοῦ στόματος. τούτου δ' αιτιον ἡ θερμότης αν ειη τοῦ σώματος· πυρῶδες γὰρ ον καὶ πολύθερμον ἀνήλισκε τὰ ὑγρὰ καὶ οὐδὲν ἐπιπολάζειν αὐτοῦ τῷ σώματι σηπεδονῶδες εια. παρενέφαινε δὲ παιδόθεν τὴν ἐμβρίθειαν τοῦ φρονήματος. ποδώκης γὰρ ων, πρὸς τοὺς ἐρομένους εἰ ̓Ολυμπίασιν ἀγωνίσεται στάδιον ειπεν "εἰ βασιλεῦσιν ἀνταγωνίσασθαι εμελλον." εἰ δὲ πόλις τις τῶν ἐπιφανῶν ἁλοῦσα παρὰ τοῦ πατρὸς αὐτῷ ἀπηγγέλη η ἐν μάχῃ νίκη γεγονυῖα περιφανής, ωσπερ ἀχθόμενος τοῖς ηλιξιν ελεγεν ὡς "οὐδὲν ἐμοὶ σὺν ὑμῖν ὁ πατὴρ ἀπολείψει λαμπρόν τι εργον ἐνδείξασθαι." τοῦ Βουκεφάλα δ' ιππου κομισθέντος Φιλίππῳ τρισκαίδεκα 1.286 ταλάντων τιμῆς, καὶ μήτε ἀναβάτην προσιεμένου, ὡς τῷ Φιλίππῳ ἐδείκνυτο, μήτε φωνὴν ὑπομένοντος, κἀντεῦθεν δυσχρήστου δόξαντος κομιδῇ, "οιον ιππον" ὁ ̓Αλέξανδρος εφη "μὴ εἰδότες χρήσασθαι ἀποπέμπονται." καὶ ὁ πατὴρ ἐπιτιμῶν αὐτῷ ειπε "σὺ δὲ χρήσασθαι δυνήσῃ αὐτῷ;" ὁ δ' ἀπεκρίθη "βέλτιον αν ἑτέρου τούτῳ χρησαίμην." καὶ χρήσασθαι τῷ ιππῳ ἐπιτραπείς, παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς τὸν ηλιον, συνεὶς ισως οτι τῇ σκιᾷ πρὸ