κωλυθῆναι προελθεῖν, μαντείοις τε προσέχοντα καὶ διὰ τὸ ἀπαγορεῦσαι τὴν στρατιάν. Οἱ δὲ καὶ περαιτέρω τοῦ ̔Υπάνιδος ἐκεῖνόν φασι προελθεῖν μέχρι καὶ εἰς Γάγγην, οντινα Γάγγην μέγιστον τῶν κατὰ τὴν οἰκουμένην ποταμῶν ἱστοροῦσιν, ἐκ τῶν ̓Ημωδῶν ὀρέων καταφερόμενον. Μεθ' ον δεύτερον ειναι λέγουσι τὸν ̓Ινδὸν, καὶ τρίτον καὶ τέταρτον Ιστρον καὶ Νεῖλον. Φασὶ δὲ καὶ ιεʹ ποταμοὺς τοὺς ἀξιολογωτάτους εἰσβάλλειν εἰς τὸν ̓Ινδὸν, ων υστερον ειναι τὸν Υπανιν· ους πάντας ὁ ̓Ινδὸς παραλαβὼν, ως φησιν ̓Αρριανὸς, καὶ τῇ ἐπωνυμίᾳ κρατήσας ἐκδιδοῖ ἐς θάλασσαν. Τὸ δ' αὐτὸ πάσχειν λέγουσι καὶ τὸν Τίγριν ὑπὸ αλλων πολλῶν ποταμῶν, διὸ καὶ ἐν τῇ ἐκβολῇ Πασιτίγριν καλεῖσθαι, οια μὴ ἁπλοῦν, ἀλλ' ὡς εἰπεῖν παντοῖον Τίγριν. ̓Ιστέον δὲ οτι κατὰ τὸν ̔Ηρόδοτον καὶ Σκυθικὸς ποταμός τίς ἐστι λεγόμενος Υπανις, ἀνατέλλων ἐκ λίμνης μεγάλης, ητις λέγεται μήτηρ ̔Υπάνιος, καθὰ δηλαδὴ καὶ ἡ Μαιῶτις μήτηρ τοῦ Εὐξείνου. Λέγει δὲ ὁ αὐτὸς καὶ οτι πέριξ τοῦ Σκυθικοῦ τούτου ποταμοῦ νέμονται ιπποι αγριοι λευκοί· καὶ οτι κρήνη ἐκδίδωσιν εἰς αὐτὸν ουτω πικρὰ, ωστε κιρνᾷ τὸν Υπανιν, καὶ ταῦτα οὐκ ὀλίγον οντα ποταμόν. Τὸν δὲ ̓Ινδὸν ποταμὸν εὐρύνεσθαί πού φασι καὶ ὑπὲρ πεντήκοντα σταδίους, οτε πληρωθείη, τὸ δὲ ἐλάχιστον εἰς ἑπτά. Τοῦτον λέγεται ζεῦξαι πλοίοις ̓Αλέξανδρος, ̔Ηφαιστίωνος γεφυρώσαντος. ̓Αρριανὸς δέ φησιν οτι ινα μὲν στενότατος ὁ ̓Ινδὸς, μʹ σταδίους διέχουσιν αὐτῷ αἱ οχθαι, ινα δὲ πλατύτατος καὶ ἑκατόν. Τὸ δὲ ̓Ημωδὸν ορος, ο καὶ πληθυντικῶς λέγεται τὰ ̓Ημωδὰ, καὶ πρὸς αὐτῷ ἐστι τῷ ὠκεανῷ, τινὲς τῶν παλαιῶν προπαροξύνουσιν, ὡς προείρηται. Πολλὴ δὲ ἐλάτη καὶ πεύκη καὶ κέδρος παρὰ τὰ ̓Ημωδὰ, καὶ στελέχη ναυπηγήσιμα. 1153 Οτι ὁ Θηβαῖος ∆ιόνυσος τοὺς κελαινοὺς ̓Ινδοὺς ὀλέσας ἀντιστάντας αὐτῷ δύο στήλας εστησε περὶ τὰ τῆς γῆς τέρματα, καὶ αυθις καγχαλόων, ο εστι χαίρων, εἰς Θήβας ἐπανῆλθε. Καὶ ορα οτι ωσπερ κυανέους ἀλλαχοῦ ειπε τοὺς Αἰθίοπας, ουτως ἐνταῦθα κελαινοὺς ειπε τοὺς ̓Ινδούς. ∆ύνανται δὲ πάντως καὶ ουτοι κυάνεοι λέγεσθαι, ειπερ, ὡς ὁ ∆ιονύσιος φθάσας εφη, [τὸν] χρόα κυανέουσιν. Ειτα διηγεῖται καὶ οπως θυμαίνοντος αὐτοῦ, ηγουν θυμουμένου, αἱ μὲν νεβρῖδες ταῖς βάκχαις εἰς ἀσπίδας ἠλλάσσοντο, εἰς δὲ σίδηρον οἱ προρρηθέντες θύρσοι, οἱ ζωστῆρες δὲ καὶ οἱ τῆς ἐλίνου ητοι τῆς ἀμπέλου ελικες εἰς δρακόντων σπειρήματα, ο εστι σπείρας, ὁλκούς· οθεν καὶ σπειροῦν λέγεται τὸ σπαργανοῦν, καὶ σπεῖρον ὀνομάζεται τὸ εἰς τοῦτο χρησιμεῦον υφασμα. Τὸν δὲ χῶρον ον ὁ ∆ιονύσιος θυμαίνων ἐπάτησε θηητὸν καὶ τιμήεντα καλεῖ καὶ ἱερὸν, λέγων καὶ οτι ὁ τοιοῦτος τόπος Νυσσαία ὁδὸς ἐκλήθη, ητις περὶ τὸν Γάγγην ἐστὶν, ἀπὸ τῆς ̓Αραβικῆς Νύσσης κληθεῖσα, ἀφ' ης καὶ αὐτὸς ὁ ∆ιόνυσος κληθῆναι δοκεῖ. Νύσσα δὲ κατὰ τὸν Γεωγράφον πόλις ἐν ̓Ινδίᾳ, κτίσμα ∆ιονύσου, καὶ ορος αὐτόθι Μηρὸς, οθεν παρὰ τοῖς μύθοις μηροτραφὴς ἐνομίσθη ∆ιόνυσος. ̔Ηρόδοτος δὲ περί που τὴν Αιγυπτον τὸν μῦθον τοῦτον τελεσφορεῖ, λέγων οτι ὁ Ζεὺς τὸν ∆ιόνυσον εἰς τὸν μηρὸν ἐνερράψατο, καὶ ηνεγκεν εἰς Νύσσαν τὴν ὑπὲρ Αἰγύπτου ουσαν. Αμπελος δὲ, ως φησιν ὁ Γεωγράφος, αὐτόθι οὐ τελεσίκαρπος. ̓Απορρέει γὰρ ὁ βότρυς πρὶν η περκάσει, διὰ τοὺς αρδην ομβρους. Εἰσὶ δὲ καὶ αλλαι Νύσσαι, ων μία καὶ περὶ Θρᾴκην, ης μνημονεύει Ομηρος ἐν τοῖς περὶ Λυκούργου τοῦ ̓Ηδωνοῦ. Καὶ περὶ τὰς Τράλλεις δὲ Νύσσα τίς ἐστι, καὶ κώμη αὐτόθι Νυσσαέων, καὶ αντρον Χαρώνειον, ου πλησίον οἱ ἱερεῖς ἐγκοιμώμενοι διατάττουσιν ἐξ ὀνείρων τοῖς νοσοῦσι τὰς θεραπείας. Τοῖς δ' αλλοις ἀδύνατος ὁ τόπος ἐστὶ καὶ ὀλέθριος. ̓Αρριανὸς δὲ λέγει καὶ οτι κισσὸς αλλῃ τῆς ̓Ινδικῆς γῆς μὴ φυόμενος παρὰ Νυσσαίοις φύεται, καὶ οτι εἰς τὸ Νυσσαῖον ορος τὸν Μηρὸν ἐλθόντες οἱ Μακεδόνες ἡδέως τὸν κισσὸν ειδον, καὶ στεφάνους σπουδῇ ἀπ' αὐτοῦ ἐποιοῦντο, καὶ οτι Νυσσαίων πρέσβεις τὸν ̓Αλέξανδρον ἐν οπλοις ἰδόντες κεκονιμένον ἐκ τῆς ὁδοῦ ἐθάμβησάν τε τὴν οψιν καὶ πεσόντες εἰς γῆν ἐπὶ πολὺ σιγὴν ειχον. ̓Ιστέον δὲ οτι ελινος ἡ αμπελος κεῖται μὲν καὶ παρ' αλλοις, δοκεῖ δὲ