114
ἴσως πάλιν ἐροῦμεν, ἵνα καὶ ὑμεῖς ἐπὶ πλέον εὐδοκιμῆτε, καὶ ἡμεῖς ἐφ' ὑμῖν εὐφραινώμεθα, ἐπὶ πᾶσι δοξάζοντες τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ μεγαλωσύνη, καὶ ἡ τιμὴ, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.157.30 ΟΜΙΛΙΑ Κʹ. Ἦν δέ τις μαθητὴς ἐν ∆αμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτὸν εἶπεν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι, Ταρ σέα· ἰδοὺ γὰρ προσεύχεται. Καὶ εἶδεν ἐν ὁρά ματι ἄνδρα Ἀνανίαν,
εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. αʹ. Τί δήποτε οὐδένα τῶν κορυφαίων ἀποστόλων οὔτε ἐκάλεσεν, οὔτε
ἀπέστειλε πρὸς τὴν τοῦ Παύλου κατήχησιν; Ὅτι οὐκ ἐχρῆν δι' ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ· ἐπεὶ καὶ οὗτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ μόνον. Ἅμα γοῦν τῷ βαπτισθῆναι ἐπεσπάσατο πολλὴν τοῦ Πνεύματος τὴν χάριν ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυμίας τῆς πολλῆς. Ὅτι δὲ καὶ ὁ Ἀνανίας τῶν σφόδρα ἐπισήμων ἦν, δῆλον ἐξ ὧν ἐμφανίζεται καὶ λέγει πρὸς αὐτὸν, καὶ ἐξ ὧν πάλιν αὐτὸς ἀποκρίνεται, λέγων· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνθρώπου τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ. Εἰ τοίνυν πρὸς Κύριον ἀντεῖπε, πολλῷ μᾶλλον, εἰ ἄγγελον ἔπεμψε. ∆ιὰ τοῦτο οὐδὲ πρὸ τούτου Φίλιππος ἀκούει τὸ ἐσόμενον, ἀλλὰ μόνον ὁρᾷ τὸν ἄγγελον· καὶ οὕτω τὸ Πνεῦμα προστάττει προσελθεῖν, καὶ κολληθῆναι τῷ ἅρματι. Τέως δὲ ἐνταῦθα τὸν φόβον αὐτοῦ ὑποτέμνεται, καὶ μονονουχὶ τοῦτό φησι τῷ εἰπεῖν· Ἰδοὺ προσεύχεται, τυφλός ἐστι, καὶ σὺ δέδοικας; Οὕτω καὶ Μωϋσῆς φοβεῖται· ὥστε τὰ ῥήματα φοβουμένου μᾶλλόν ἐστιν, οὐκ ἀπιστοῦντος. Καὶ ἄκουε τῶν ῥημάτων αὐτῶν· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου. Τί λέγεις; ὁ Θεὸς λέγει, καὶ σὺ ἀμφιβάλλεις; Οὕτως 60.158 οὔπω ᾔδεσαν τὴν δύναμιν τοῦ Χριστοῦ. Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Πόθεν τοῦτο δῆλον; Εἰκὸς ἦν αὐτοὺς ἐν φόβῳ ὄντας περιεργάζεσθαι. Οὐχ ὡς οὐκ εἰδότος οὖν τοῦ Χριστοῦ ταῦτα λέγει, ἀλλ' ἀποροῦντος, ὅτι τούτων ὄντων, πῶς δυνατὸν ταῦτα γενέσθαι. Οὕτω καὶ ἀλλαχοῦ οἱ μαθηταὶ λέγουσι· Τίς δύναται σωθῆναι; Ἀλλ' ὅρα πόσα οἰκονομεῖται, ἵνα πιστεύσῃ τῷ ἐρχομένῳ. Ἐν ὀνείρῳ εἶδε, προεμήνυσεν αὐτῷ, Προσεύχεται, φησίν· οὐκοῦν μὴ φοβοῦ. Καὶ διὰ τί οὐ λέγει αὐτῷ τὸ κατόρθωμα τὸ γενόμενον; Παιδεύων ἡμᾶς μὴ λέγειν ἡμῶν τὰ κατορθώματα· μᾶλλον δὲ καὶ φοβούμενον ἰδών. Οὐδὲ οὕτως εἶπεν, Οὐκ ἀπιστηθήσῃ, ἀλλὰ τί; Ἀναστὰς πορεύθητι. Οἶδε γὰρ ἐν ὁράματι ἄνδρα ἐπιθέντα αὐτῷ χεῖρας. ∆ιὰ τοῦτο ἐν ὁράματι, ἐπειδὴ πηρὸς ἦν. Καὶ οὐδὲ τοῦ θαύματος ἡ ὑπερβολὴ εἷλε τὸν μαθητήν· οὕτως ἐφοβεῖτο. Ὅμως δι' αὐτοῦ Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι ὁ Θεὸς ἐποίησεν. Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Οὐ μόνον πιστὸς ἔσται, φησὶν, ἀλλὰ καὶ διδάσκαλος, καὶ πολλῇ χρήσεται τῇ παῤῥησίᾳ. Ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Οὕτως ἐπιδώσει ἡ διδασκαλία, φησὶ, ὡς καὶ ἐθνῶν καὶ βασιλέων ἁπάντων κρατῆσαι. Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ' αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφὲ, ὁ Κύριος ἀπέσταλκέ με (Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ᾗ ἤρχου), ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος ἁγίου. Εὐθέως αὐτὸν οἰκειοῦται τῷ ὀνόματι.