115
εἰσάγειν; οὐδὲ γὰρ περὶ τῶν μηδέπω συνελθόντων διαλέγεται νῦν, ἀλλὰ περὶ τῶν ἤδη συνελθόντων. Οὐ γὰρ εἶπεν, Εἴ τις βούλεται λαβεῖν ἄπιστον, ἀλλ', Εἴ τις ἔχει ἄπιστον· οἶον εἴ τις μετὰ τὸ γαμῆσαι ἢ γαμηθῆναι ἐδέξατο τὸν λόγον τῆς εὐσεβείας, εἶτα θάτερον μέρος ἐναπέμεινε τῇ ἀπιστίᾳ, καὶ στέργει τὸ συνοικεῖν, μὴ διαῤῥηγνύσθω· Ἡγίασται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί. Τοσαύτη ἡ περιουσία τῆς σῆς καθαρότητος. Τί οὖν; ἅγιός ἐστιν ὁ Ἕλλην; Οὐδαμῶς· οὐ γὰρ εἶπεν, Ἅγιός ἐστιν, ἀλλ', Ἡγίασται ἐν τῇ γυναικί. Τοῦτο δὲ εἶπεν, οὐχ ἵνα δείξῃ ἐκεῖνον ἅγιον, ἀλλ' ἵνα ἐκ περιουσίας τὸν φόβον ἐξέλῃ τῆς γυναικὸς, κἀκεῖνον εἰς ἐπιθυμίαν ἀγάγῃ τῆς ἀληθείας. Οὐ γὰρ τῶν σωμάτων τὸ ἀκάθαρτον, ὧν ἐστιν ἡ κοινωνία, ἀλλὰ τῆς προαιρέσεως καὶ τῶν λογισμῶν. Εἶτα καὶ ἀπόδειξις· εἰ γὰρ ἀκάθαρτος μένουσα γεννᾷς, τὸ δὲ παιδίον οὐκ ἀπὸ σοῦ μόνης, ἀκάθαρτον ἄρα τὸ παιδίον, ἢ ἐξ ἡμισείας καθαρόν· νυνὶ δὲ οὐκ ἔστιν ἀκάθαρτον. ∆ιὸ καὶ ἐπήγαγεν, Ἐπεὶ τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι· νυνὶ δὲ ἅγιά ἐστι· τουτέστιν, οὐκ ἀκάθαρτα. Αὐτὸς δὲ ἅγια ἐκάλεσε, τῇ περιουσίᾳ τῆς λέξεως πάλιν ἐκβάλλων τῆς τοιαύτης ὑποψίας τὸ δέος. Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Ἐνταῦθα γὰρ οὐκέτι πορνεία τὸ πρᾶγμά ἐστι. Τί δέ ἐστιν, Εἰ δὲ ὁ ἄπιστος χωρίζεται; Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν εὐσέβειαν. ∆ιὸ ἐπήγαγεν· Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Εἰ καθ' ἑκάστην ἡμέραν πυκτεύοι καὶ πολέμους παρέχοι διὰ τοῦτο, φησὶ, βέλτιον ἀπαλλαγῆναι. Τοῦτο γὰρ αἰνίττεται, λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός. Ἐκεῖνος γὰρ λοιπὸν τὴν αἰτίαν παρέσχεν, ὥσπερ καὶ ὁ πορνεύσας. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Πρὸς τὸ, Μὴ ἀφιέτω αὐτὸν, τοῦτο πάλιν. Εἰ γὰρ μὴ στασιάζει, μένε, φησίν· ἔχει γὰρ καὶ κέρδος· μένε, καὶ παραίνει καὶ συμβούλευε καὶ πεῖθε· οὐδεὶς γὰρ οὕτω διδάσκαλος ἰσχῦσαι δυνήσεται, ὡς γυνή. Καὶ οὔτε ἀνάγκην ἐπιτίθησιν αὐτῇ καὶ πάντως ἀπαιτεῖ παρ' αὐτῆς τὸ πρᾶγμα, ἵνα μὴ πάλιν φορτικώτερον ἐργάσηται, οὔτε ἀπογινώσκειν κελεύει, ἀλλ' ἀφίησιν αὐτὸ τῇ τοῦ μέλλοντος ἀδηλίᾳ μετέωρον, λέγων· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; καὶ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; καὶ πάλιν· Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω. Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. Ἐν 61.156 ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. ∆οῦλος ἐκλήθης; μή σοι μελέτω. Ταῦτα εἰς τὴν πίστιν οὐδὲν συντελεῖ, φησί· μὴ τοίνυν φιλονείκει μηδὲ θορυβοῦ· ἡ γὰρ πίστις πάντα ἐξέβαλε ταῦτα. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Γυναῖκα ἔχων ἄπιστον ἐκλήθης; μένε ἔχων· μὴ διὰ τὴν πίστιν ἐκβάλῃς τὴν γυναῖκα. ∆οῦλος ὢν ἐκλήθης; μή σοι μελέτω· μένε δουλεύων. Ἀκρόβυστος ὢν ἐκλήθης; μένε ἀκρόβυστος. Ἐμπερίτομος ὢν ἐπίστευσας; μένε ἐμπερίτομος. Τοῦτο γάρ ἐστιν, Ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός. Ταῦτα γὰρ οὐκ ἔστι κωλύματα εἰς εὐσέβειαν. Σὺ δοῦλος ὢν ἐκλήθης, ἄλλος γυναῖκα ἔχων ἄπιστον, ἄλλος περιτετμημένος. δʹ. Βαβαί! ποῦ τὴν δουλείαν ἔθηκεν! Ὥσπερ οὐδὲν ὠφελεῖ ἡ περιτομὴ, οὐδὲ βλάπτει ἡ ἀκροβυστία, οὕτως οὐδὲ ἡ δουλεία οὐδὲ ἡ ἐλευθερία. Καὶ ἵνα δείξῃ τοῦτο σαφέστερον ἐκ περιουσίας, φησίν· Ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, μᾶλλον δούλευε. Καὶ τί δήποτε τὸν δυνάμενον ἐλευθερωθῆναι κελεύει μένειν δοῦλον; Θέλων δεῖξαι, ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ καὶ ὠφελεῖ. Καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τὸ, Μᾶλλον χρῆσαι, περὶ ἐλευθερίας φασὶν εἰρῆσθαι, λέγοντες, ὅτι Εἰ δύνασαι ἐλευθερωθῆναι, ἐλευθερώθητι· πολὺ δὲ ἀπεναντίας τῷ τρόπῳ τοῦ Παύλου τὸ ῥῆμα, εἰ τοῦτο αἰνίττοιτο. Οὐ γὰρ ἂν παραμυθούμενος τὸν δοῦλον, καὶ δεικνὺς οὐδὲν ἠδικημένον, ἐκέλευσε γενέσθαι ἐλεύθερον. Εἶπε γὰρ ἄν τις ἴσως· Τί οὖν; ἂν μὴ δύνωμαι, ἠδίκημαι καὶ ἠλάττωμαι; Οὐ τοίνυν τοῦτό φησιν,