τὸ τοιοῦτον χρῶμά φασιν. Τῇ δὲ Σινωπικῇ μίλτῳ ἐνάμιλλον ειναι καὶ τὴν ̓Ιβηρικὴν λέγουσιν. 1181 Οτι γλυκεῖα ἡ καταστροφὴ τοῦ ποιήματος· ὡς γὰρ προαίρεσιν εχουσι τοῖς ἀψύχοις ὁμιλῶν ὁ ∆ιονύσιος κατὰ λόγον γλυκύτητος, χαίρετε, φησὶν, ω ηπειροι καὶ ω νῆσοι καὶ ω τὰ καὶ τὰ, καὶ ἐπὶ πᾶσιν εἰς εὐχὴν καταστρέφων τὸν λόγον ἐπεύχεται ἐκ τοῦ κρείττονος, ηγουν θεόθεν, ἐπάξιον αὑτῷ γενέσθαι τὴν τῶν υμνων ἀμοιβὴν, ὡς μέγα τι ἀνύσαντι. Υμνους δὲ ἐνταῦθα η τὴν ῥηθεῖσαν προσεχῶς θεολογίαν καλεῖ, η ἁπλῶς ουτω τὰ ἑαυτοῦ επη. Εστι γὰρ οτε ὁ υμνος καὶ αλλως λέγεται, καὶ οὐ μόνον ἐπὶ θείου ἐπαίνου. Πίνδαρος ουν τοὺς ἑαυτοῦ ἐπινικίους υμνους καλεῖ, καὶ Αἰσχύλος δὲ ἐξ ἀντιφράσεως τὸ κακολογεῖν ὑμνεῖν εφη ἐν τῷ «ὑμνεῖται ὑπ' ἀστῶν φροιμίοις πολυρρόθοις· καὶ τὸ ἁπλῶς δὲ θρυλεῖσθαί τι ὑμνεῖσθαι λέγεται·» καὶ ̔Ησίοδος δὲ τὸν περὶ ναυτιλίας εμμετρον λόγον υμνον εφη ἐν τῷ «Μοῦσαι γάρ μ' ἐδίδαξαν ἀθέσφατον υμνον ἀείδειν.» Εὐριπίδης δὲ καὶ ἐπὶ μαντείας νοεῖν τὸν υμνον δίδωσιν, ενθα τὸ ὑμνῳδεῖν ἀντὶ τοῦ θεσπίζειν τίθησιν. Φησὶ γοῦν ἐν Ιωνι· ὀμφαλὸν μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς. Τοῦτο δὲ καὶ ἀντὶ τοῦ ἐμμέτρως ᾳδειν νοεῖσθαι δύναται.