118
ἕστηκας. Καὶ τί τοῦτο; οὐδὲ γὰρ τοῦτο παρ' αὐτῷ μόνον, ἀλλὰ καὶ παρὰ σοί. Πολλάκις γοῦν σοῦ κατακειμένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε μόνον, ἀλλὰ καὶ μυρίας ὑπομένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖ σοῦ χαλεπώτερον. Τί γοῦν; τοιοῦτον ἔπαθε παρὰ τῆς δεσποίνης ὁ Ἰωσὴφ, οἷον παρὰ τῆς ἐπιθυμίας ἐκείνη; Οὗτος μὲν γὰρ, ἃ ἐπιτάξαι ἠθέλησεν ἐκείνη, οὐκ ἐποίησεν· ἐκείνη δὲ, ἃ ἐπέταξεν ἡ δέσποινα αὐτῆς, ἡ ἀσέλγεια λέγω, πάντα ἔπραξε· καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν αὐτὴν κατῄσχυνεν. Ποῖος ταῦτα ἐπιτάττει δεσπότης; ποῖος τύραννος ὠμός; ∆εήθητί σου τοῦ δούλου, φησὶν, ἱκέτευσον τὸν αἰχμάλωτον, κολάκευσον τὸν ἀργυρώνητον· κἂν διαπτύσῃ, πάλιν ἐπίμεινον, κἂν πολλάκις εἴπῃς καὶ μὴ ἀνάσχηται, ἐπιτήρησον ἐρημίαν, καὶ βίασαι καὶ γενοῦ καταγέλαστος. Τί ἀτιμότερον, τί δὲ τούτων αἰσχρότερον τῶν ῥημάτων; Ἂν δὲ μηδὲν μηδὲ οὕτως ἀνύσῃς, καὶ συκοφάντησον καὶ ἀπάτησον τὸν συνοικοῦντα. Ὅρα πῶς ἀνελεύθερα, πῶς αἰσχρὰ τὰ ἐπιτάγματα, πῶς ἀπηνῆ καὶ ὠμὰ καὶ μανικά. Τί τοιοῦτον ἐπιτάττει ὁ δεσπότης, οἷα ἐπέταξεν ἡ ἀσέλγεια τῇ βασιλίσσῃ γυναικὶ τότε ἐκείνῃ; ἀλλ' ὅμως οὐκ ἐτόλμησε παρακοῦσαι. Ὁ δὲ Ἰωσὴφ οὐδὲν τοιοῦτον ὑπέμεινεν, ἀλλὰ τὰ ἐναντία πάντα, ἃ δόξαν ἔφερε καὶ τιμήν. Βούλει καὶ ἕτερον ἄνδρα ἰδεῖν ὑπὸ δεσποίνης χαλεπῆς πολλὰ ἐπιταγέντα, καὶ οὐδὲν τολμήσαντα παρακοῦσαι; Ἐννόησον τὸν Κάϊν, ὅσα ὑπὸ τῆς βασκανίας ἐπετάγη. Ἐπέταξεν ἐκείνη σφάξαι τὸν ἀδελφὸν, ψεύσασθαι τὸν Θεὸν, λυπῆσαι τὸν πατέρα, ἀναισχυντῆσαι, καὶ πάντα ἐποίησε, καὶ οὐδὲν παρήκουσε. Καὶ τί θαυμάζεις, εἰ ἐφ' ἑνὸς τοσαύτην ἔχει ἰσχὺν αὕτη ἡ δέσποινα; Ὁλοκλήρους πολλάκις δήμους ἀπώλεσε. Τοὺς γοῦν Ἰουδαίους αἱ γυναῖκες τῶν Μαδιηναίων δεδεμένους σχεδὸν αἰχμαλώτους ἔλαβον, τῇ τῆς οἰκείας εὐμορφίας ἐπιθυμίᾳ τούτους χειρωσάμεναι πάντας. Ταύτην τοίνυν τὴν δουλείαν ἐκβάλλων ὁ Παῦλος, ἔλεγε· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· τουτέστι, Μὴ πείθεσθε ἀνθρώποις ἄτοπα ἐπιτάττουσιν, ἀλλὰ μηδὲ ἑαυτοῖς. Εἶτα ἀνενεγκὼν τὴν διάνοιαν, καὶ ποιήσας ὑψηλὴν, φησί· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ὁδῷ καὶ τάξει προβαίνων καὶ τῆς παρθενίας μνημονεύει λοιπόν. Ἐπειδὴ γὰρ τοῖς περὶ ἐγκρατείας αὐτοὺς ἐνεγύμνασέ τε καὶ ἐῤῥύθμισε λόγοις, ἐκβαίνει καὶ πρὸς τὸ μεῖζον, Ἐπιταγὴν οὐκ ἔχω, λέγων, ἀλλὰ νομίζω καλὸν εἶναι. ∆ιὰ τί; ∆ιὰ τὴν αὐτὴν αἰτίαν, ἣν περὶ τῆς ἐγκρατείας τέθεικε. ∆έδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Ταῦτα οὐκ ἐναντιουμένου ἐστὶ τοῖς προτέροις, ἀλλὰ καὶ σφόδρα συνᾴδοντος. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Εἰ μή τι ἂν ἐκ συμφώνου· καὶ ἐνταῦθα πάλιν, ∆έδεσαι γυναικί; μὴ ζήτει λύσιν. Τοῦτο δὲ οὐκ ἔστιν ἐναντίον· τὸ γὰρ παρὰ γνώμην, λύσις ἐστίν· εἰ δὲ κατὰ γνώμην ἀμφότεροι ἐγκρατεύοιντο, οὐκ ἔστι λύσις. 61.159 ʹ. Εἶτα ἵνα μὴ δόξῃ νομοθεσία εἶναι τοῦτο, ἐπήγαγεν· Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες. Εἶτα τὰ παρόντα αἰτιᾶται, τὴν ἐνεστῶσαν ἀνάγκην καὶ τὸν συνεσταλμένον καιρὸν καὶ τὴν θλῖψιν. Πολλὰ γὰρ ὁ γάμος ἐπισύρεται, ἅπερ ᾐνίξατο καὶ ἐνταῦθα, καὶ ἐν τῷ περὶ ἐγκρατείας λόγῳ, ἐκεῖ μὲν εἰπὼν, ὅτι Οὐκ ἔχει ἐξουσίαν ἑαυτῆς ἡ γυνὴ, ἐνταῦθα δὲ εἰπών· ∆έδεσαι. Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· οὐ περὶ τῆς παρθενίαν ἑλομένης· ἤδη γὰρ αὕτη ἥμαρτεν. Εἰ γὰρ αἱ χῆραι κρῖμα ἔχουσι δευτέροις ὁμιλοῦσαι γάμοις, ἐὰν ἅπαξ ἕλωνται χηρείαν, πολλῷ μᾶλλον αἱ παρθένοι. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Ἀλλὰ καὶ ἡδονὴν, φησίν. Ἀλλὰ καὶ ταύτην ὅρα πῶς ἀνέστειλε τῇ βραχύτητι τοῦ καιροῦ, εἰπών· Ὁ καιρὸς συνεσταλμένος ἐστί· τουτέστιν, Ἀποδημεῖν κελευόμεθα καὶ ἐξιέναι λοιπὸν, σὺ δὲ ἐνδοτέρω τρέχεις. Καίτοι εἰ καὶ μηδὲν εἶχεν ἐπαχθὲς ὁ γάμος, καὶ οὕτως ἐπείγεσθαι πρὸς τὰ μέλλοντα ἔδει· ὅταν δὲ καὶ θλῖψιν ἔχῃ, τί δεῖ φορτίον ἐπισύρεσθαι; τί χρὴ λαβεῖν τοσοῦτον ὄγκον, ὅταν καὶ μετὰ τὸ λαβεῖν οὕτω δέοι χρῆσθαι, ὡς μὴ ἔχοντα; καὶ γὰρ, Οἱ ἔχοντες γυναῖκας, φησὶν, ἵνα ὡς μὴ ἔχοντες ὦσιν. Εἶτα ἐνθείς τι καὶ τῶν μελλόντων, πάλιν πρὸς τὸ παρὸν ἤγαγε τὸν λόγον. Τὰ μὲν γὰρ