119
συγγενῶν αὐτῆς, καὶ ἔθηκεν ἐν τῷ θυσιαστηρίῳ λέγων "δεῖξον, κύριε, τίνος ἔσται ἡ παρθένος." καὶ ἐβλάστησεν ἡ τοῦ Ἰωσὴφ τοῦ τέκτονος ῥάβδος, καὶ ἡρμόσαντο τούτῳ αὐτήν, ὄντι ἐτῶν πʹ. καὶ κατήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ διῆγε 1.327 νηστεύουσα καὶ ἀπρόϊτος σὺν ταῖς δυσὶ θυγατράσιν αὐτοῦ. καὶ μετὰ μῆνας ἓξ ὤφθη αὐτῇ ὁ ἀρχάγγελος Γαβριήλ, εὐαγγελιζόμε νος τὴν τοῦ κόσμου σωτηρίαν. οὐδενὶ δὲ ἀπήγγειλεν, ἕως οὗ ἔτε κεν. ἐγένετο δὲ ταῦτα τῷ πρώτῳ μηνὶ ἤγουν Μαρτίῳ, τῇ κεʹ, τῇ αʹ τῆς ἑβδομάδος ἡμέρᾳ καὶ αʹ τῆς σελήνης· αὐτὸς γάρ ἐστι καὶ ἕκτος μὴν τῆς συλλήψεως Ἰωάννου. ἡ δὲ θεοτόκος, ἡνίκα ἀπεχώρησεν ὁ ἀρχάγγελος, ἦλθεν εἰς τὴν ὀρεινὴν ἤτοι τὴν Βηθ λεὲμ (ὑψηλότερος γὰρ τῆς Ναζαρὲτ οὗτος ὁ τόπος) καὶ ἠσπάσατο τὴν Ἐλισαβέτ, ἐξαδέλφην αὐτῆς οὖσαν, καὶ ἐγνώρισεν αὐτῇ τὴν ὀπτασίαν τοῦ ἀγγέλου, καὶ ὅτι ἄρρεν ἔσχε, καὶ ὅτι Ζαχαρίας ὀπτασίαν ἑώρακεν· οὐ γὰρ ἐγίνωσκεν Ἐλισαβὲτ τοῦ Ζαχαρίου σι γήσαντος. καὶ μετὰ μῆνας τρεῖς ὑπέστρεψεν εἰς τὴν Γαλιλαίαν. Ἰωσὴφ τοίνυν ἀπὸ τῆς ἀποδημίας ἐπανελθών, καὶ εὑρὼν τὴν παρ θένον ἐν γαστρὶ ἔχουσαν, καὶ θορυβηθεὶς ἐβουλήθη λάθρᾳ ἀπο λῦσαι αὐτήν· ἀλλὰ τῇ ὀπτασίᾳ τοῦ ἀγγέλου θαρρήσας κατέσχεν αὐτήν. εἶτα διαβαλλομένων αὐτὸν καὶ πικρῶς λοιδορουμένων τῶν ὁμορούντων, ὡς οὐκ ἐπὶ γάμῳ ἀλλ' ἐπὶ φυλακῇ τὴν παρθένον ἐκ τοῦ ἱεροῦ λαβόντα καὶ κλεψιγαμήσαντα, τὸ ὕδωρ τῆς ἐλέγξεως ἀμφότεροι πίνουσι καὶ εἰς τὴν ὀρεινὴν πέμπονται. μετὰ ταῦτα ὡς εἶδον αὐτοὺς ὑποστρέψαντας καὶ μηδὲν παθόντας πονηρόν, ἀπέλυ σαν αὐτούς. τῆς ἀπογραφῆς δὲ γενομένης ἀνήχθη σὺν τῷ Ἰωσὴφ εἰς τὴν Ἰουδαίαν· μὴ φθάσαντες δὲ κατέλυσαν εἰς προάστειον τῆς Βηθλεέμ, ὃ ἦν κτῆμα Σαλώμης τῆς μαίας, τῆς ἐξαδέλφης τῆς θεοτόκου. κἀκεῖσε ἔτεκε τὸν Ἐμμανουήλ, καὶ τῇ ὀγδόῃ ἡμέρᾳ 1.328 περιέτεμε τὸ παιδίον. καὶ μετὰ μʹ ἡμέρας ἀνήγαγεν αὐτὸ εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ κατὰ τὸν νόμον, καὶ ὑπε δέχθη παρὰ τοῦ δικαίου Συμεών. οὗτος γὰρ ὁ θεοδόχος Συμεὼν Ἰουδαῖος ὢν εἷς ὑπῆρχε τῶν οʹ τῶν καὶ Ἑβραϊκῶς συντεθειμένην τὴν παλαιὰν θείαν γραφὴν εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβαλόντων ἐπὶ Πτολεμαίου τοῦ φιλαδέλφου βασιλέως Αἰγύπτου, πρὸ χρόνου τῆς Χριστοῦ παρουσίας, ὡς ὁ θεῖος Χρυσόστομος ἐν τῇ ἑξαημέρῳ λέγει. ὃς ἐντυχὼν τῷ τοῦ προφήτου Ἠσαΐου ῥητῷ τῷ λέγοντι "ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ" διηπίστησε τούτῳ, ἀδύνατον εἶναι λέγων, ὅσον ἐπ' ἀνθρωπίνῃ φύσει, τὸ παρθένον τεκεῖν. οὕτως οὖν ἔχων ἀποκαλύψεως ἔτυχε θείας, ἕως τότε τῷ βίῳ περιεῖναι ἕως ἂν τελεσθῇ τὸ θεῖον τοῦ προφήτου ῥητόν· ὃ δὴ καὶ τὸ θεῖον ἡμᾶς διδάσκει σαφῶς εὐαγγέλιον, λέγον "πνεῦμα ἅγιον ἦν ἐπ' αὐ τῷ, καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἴδῃ τὸν χριστὸν κυρίου." ἰδὼν τοίνυν αὐ τὸν ἐν τῷ ἱερῷ βρέφος τεσσαρακονθήμερον, καὶ δεξάμενος αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ, καὶ εἰπών "νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ" πρὸς αὐτὸν ἐξεδήμησε χαίρων. εἶτα ἐχρηματίσθη Ἰωσὴφ φυγεῖν εἰς Αἴγυπτον. Μετὰ δὲ δύο ἔτη ἐποίησε τὴν βρεφοκτονίαν Ἡρώδης, καὶ τὸν Ζαχαρίαν ἔσωθεν τοῦ θυσιαστηρίου ἀνεῖλε λειτουργοῦντα. ἡ δὲ Ἐλισαβὲτ λαβοῦσα τὸν Ἰωάννην ἐξῆλθεν εἰς τὴν ἔρημον, καὶ ἐκρύβη ἐν σπηλαίῳ ἡμέρας τεσσαράκοντα, καὶ ἐτελεύτησεν. ὁ δὲ 1.329 Ἰωάννης ἐν τῇ ἐρήμῳ ὁδηγηθεὶς ὑπὸ τοῦ ἀγγέλου καὶ ἐν αὐτῇ ἀνα τραφεὶς ἔμεινεν ἕως τῆς τοῦ κυρίου ἀναδείξεως.
Μετὰ δὲ πενταετῆ χρόνον ὑπέστρεψεν Ἰωσὴφ εἰς Ναζαρὲτ ἐξ Αἰγύπτου, καὶ ἔλαβε τὴν θυγατέρα αὐτοῦ Μαρίαν Κλεόπας ὁ ἀδελφὸς αὐτοῦ ὁμοπάτριος καὶ ὁμομήτριος, καὶ ἐξ αὐτῆς ἐγέννησε τὸν Συμεών, ὃς μετὰ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου ἐπίσκοπος γέγονεν Ἱεροσολύμων καὶ ἐπὶ ∆ομετιανοῦ μαρτυρήσας ἐσταυρώθη. Ἰούδας δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐγέννησε δύο υἱούς, Ζωκτῆρα καὶ Ἰάκωβον.