περιβομβοῦσι λέγοντες· Ἔστω, ταῦτα οὕτως ἑρμηνεύετε, καὶ νι κᾶτε τοῖς λογισμοῖς καὶ ταῖς ἀποδείξεσιν· ἀλλὰ δεῖ λέγειν βουλήσει καὶ θελήσει γεγενῆσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός. Καὶ ἐν τούτῳ γὰρ πολλοὺς ἀπατῶσι προβαλλόμενοι τὸ βούλημα καὶ τὸ θέλημα τοῦ Θεοῦ. Τοῦτο δὲ εἰ μέν τις τῶν ὀρθῶς πιστευόντων ἁπλού 26.448 στερον ἔλεγεν, οὐδὲν ἦν ὑποπτεῦσαι περὶ τοῦ λεγομέ 26.448 νου, νικώσης τῆς ὀρθοδόξου διανοίας τὴν ἁπλου στέραν τῶν ῥημάτων προφοράν· ἐπειδὴ δὲ παρ' αἱ ρετικῶν ἐστιν ἡ φωνὴ, ὕποπτα δὲ τῶν αἱρετικῶν τὰ ῥήματα, καὶ, ὡς γέγραπται, Κυβερνῶσι δὲ ἀσε βεῖς δόλους, καὶ, Οἱ λόγοι αὐτῶν εἰσι δόλιοι, κἂν μόνον νεύσωσι, διεφθαρμένην γὰρ ἔχουσι τὴν καρδίαν· φέρε, καὶ τοῦτο τὸ λεγόμενον ἐξετάσω μεν, μήπως, ἐπὶ πᾶσιν ἐλεγχθέντες, λοιπὸν, ὡς ὕδραι, καινότερον ἐπενόησαν λεξείδιον, ἵνα διὰ τῆς τοιαύτης κομψολογίας καὶ πιθανῆς ὑφαρπαγῆς τὴν ἑαυτῶν ἀσέβειαν πάλιν ἄλλως ἐπισπείρωσι. Ταὐτὸν γὰρ σημαίνει ὁ λέγων, Βουλήσει γέγονεν ὁ Υἱὸς, καὶ ὁ λέγων, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, καὶ κτίσμα ἐστίν. Ἀλλ' ἐπεὶ ταῦτα λέγοντες ᾐσχύνθησαν, ἑτέρως αὐτὰ πάλιν ση μαίνειν ἐπεχείρησαν οἱ δόλιοι, βούλησιν προβαλ λόμενοι, ὡς τὸ μέλαν αἱ σηπίαι, ἵν' ἐν τούτῳ τοὺς μὲν ἀκεραίους σκοτίζωσιν, αὐτοὶ δὲ τῆς ἰδίας αἱρέ σεως μὴ ἐπιλάθωνται. Πόθεν γὰρ τὸ βουλήσει καὶ θελήσει, ἢ ἐκ ποίας Γραφῆς τὰ τοιαῦτα πάλιν προφέρουσιν, εἰπάτωσαν οἱ τοῖς ῥήμασιν ὕποπτοι, καὶ τῆς ἀσεβείας ἐφευρεταί. Ὁ μὲν γὰρ Πατὴρ ἀπο καλύπτων ἀπ' οὐρανοῦ τὸν ἑαυτοῦ Λόγον, ἐδείκνυεν, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ διὰ μὲν τοῦ ∆αβὶδ ἔλεγεν· Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· τῷ δὲ Ἰωάννῃ εἰπεῖν ἐνετείλατο· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ ∆αβὶδ δὲ ψάλλων φη σὶν, ὅτι Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· ὅ τε Ἀπόστολος γράφει· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης· καὶ πάλιν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων· καὶ, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Πανταχοῦ τὸ εἶναι τοῦ Λόγου πάντες καὶ οὐδα μοῦ ἐκ βουλήσεως αὐτὸν οὐδὲ ὅλως πεποιῆσθαι λέ γουσιν· αὐτοὶ δὲ ποῦ ἄρα βούλησιν ἢ θέλησιν προ ηγουμένην εὗρον τοῦ Λόγου τοῦ Θεοῦ, εἰ μὴ ἄρα, τὰς Γραφὰς ἀφέντες, ὑποκρίνονται καὶ τὴν Οὐαλεντίνου κακόνοιαν; Πτολεμαῖος γὰρ ὁ Οὐαλεντίνου ἔφη 26.449 δύο ζυγοὺς ἔχειν τὸν ἀγένητον, ἔννοιαν καὶ θέλησιν· καὶ πρῶτον ἐνενόησεν, εἶτα ἠθέλησε· καὶ ἅπερ ἐν ενόει, οὐκ ἠδύνατο προβάλλειν, εἰ μὴ ὅτε καὶ ἡ τοῦ θελήματος δύναμις ἐπεγένετο. Ἔνθεν οἱ Ἀρειανοὶ μαθόντες, θέλημα καὶ βούλησιν προηγεῖσθαι θέ λουσι τοῦ Λόγου. Ἐκεῖνοι μὲν οὖν τὰ Οὐαλεντίνου ζηλούτωσαν· ἡμεῖς δὲ, ἐντυχόντες τοῖς θείοις λόγοις, ἐπὶ μὲν τοῦ Υἱοῦ τὸ, ἦν, εὕρομεν· καὶ αὐτὸν μόνον ἠκούσαμεν ὄντα ἐν τῷ Πατρὶ, καὶ εἰκόνα τοῦ Πατρός· ἐπὶ δὲ μόνων τῶν γενητῶν, ἐπεὶ καὶ τῇ φύ σει οὐκ ἦν ποτε ταῦτα, ἀλλ' ἐπιγέγονε, προηγουμένην βούλησιν καὶ θέλησιν ἀνέγνωμεν, τοῦ ∆αβὶδ ψάλλον τος ἐν μὲν τῷ ἑκατοστῷ δεκάτῳ τρίτῳ ψαλμῷ οὕτως· Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν· ἐν δὲ τῷ ἑκατοστῷ δεκάτῳ· Μεγάλα τὰ ἔργα Κυρίου, ἐξ εζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ· καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τριακοστῷ τετάρτῳ· Πάντα, ὅσα ἠθέ λησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Εἰ μὲν οὖν ἔργον καὶ ποίημα, καὶ εἷς τῶν πάντων ἐστὶ, λεγέσθω καὶ αὐτὸς βουλήσει γενό μενος· οὕτω γὰρ ἔδειξεν ἡ Γραφὴ τὰ ποιήματα γίγνεσθαι. Καὶ Ἀστέριος δὲ ὁ συνήγορος τῆς αἱρέ σεως, τούτῳ συντιθέμενος, οὕτως γράφει· «Εἴτε γὰρ ἀνάξιον τοῦ ∆ημιουργοῦ τὸ θέλοντα ποιεῖν, ἐπὶ πάν των ὁμοίως ἀνῃρήσθω τὸ θέλειν, ἵνα ἀκέραιον αὐτῷ σώζηται τὸ ἀξίωμα· εἴτε προσῆκον τῷ Θεῷ τὸ βούλεσθαι, καὶ ἐπὶ τοῦ πρώτου γεννήματος ὑπαρχέτω τὸ κρεῖττον. Οὐ γὰρ δὴ δυνατὸν ἑνί τε καὶ τῷ αὐτῷ Θεῷ τὸ θέλειν ἐπὶ τῶν ποιουμένων ἁρμόττειν, καὶ τὸ μὴ βούλεσθαι προσήκειν.» Πλείστην ὅσην ἀσέβειαν ἐν τοῖς
120