120
ποιεῖ, τοῖς ἰσχύουσι διαλέγεται πρώτοις. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἐποίησεν εἰπών· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; οὗτος γάρ ἐστιν ὁ καὶ ἐπιτίμησιν εὐκόλως δέξασθαι δυνάμενος. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· καὶ κενοῖ τὸν τῦφον αὐτῶν πρῶτον, ὅπερ ἐνόμιζον αὐτῶν εἶναι ἐξαίρετον τὸ γνῶσιν ἔχειν τελείαν, τοῦτο κοινὸν ἀποφήνας· Οἴδαμεν γὰρ, φησὶν, ὅτι πάντες γνῶσιν ἔχομεν. Καὶ γὰρ εἰ ἀφεὶς αὐτοὺς μέγα φρονεῖν, πρῶτον ἔδειξεν ἐπιβλαβὲς ὂν τὸ πρᾶγμα ἑτέροις, οὐδὲν ἂν τοσοῦτον ὠφέλησεν, ὅσον ἔβλαψεν. Ἡ γὰρ φιλότιμος ψυχὴ, ὅταν ἐπί τινι καλλωπίζηται, κἂν ἑτέρους βλάπτῃ τοῦτο, σφόδρα αὐτοῦ ἔχεται διὰ τὴν τῆς κενοδοξίας τυραννίδα. ∆ιὰ τοῦτο Παῦλος πρῶτον αὐτὸ 61.161 καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐξετάζει, ὅπερ καὶ ἐπὶ τῆς σοφίας τῆς ἔξωθεν ἐν τοῖς ἔμπροσθεν ἐποίησε, καθαιρῶν αὐτὴν μεθ' ὑπερβολῆς. Ἀλλ' ἐκεῖ μὲν τοῦτο εἰκότως ἐποίει· ὅλον γὰρ διόλου κατηγορίας ἄξιον ἦν καὶ πολλὴ ἡ εὐκολία· διόπερ οὐδὲ περιττὸν αὐτὸ δείκνυσι μόνον, ἀλλὰ καὶ ἐναντίον τῷ κηρύγματι. Ἐνταῦθα δὲ οὐκ ἐνῆν τοῦτο ποιῆσαι· γνῶσις γὰρ ἦν τὸ τελούμενον, καὶ γνῶσις τελεία. Οὔτε οὖν αὐτὴν καταβαλεῖν ἀσφαλὲς ἦν, καὶ τὸν τῦφον ἄλλως οὐκ ἐνῆν ἐκβαλεῖν τὸν ἐπὶ ταύτῃ. Τί οὖν ποιεῖ; Πρῶτον τῷ δεῖξαι κοινὴν αὐτὴν οὖσαν, καταστέλλει τὸ φύσημα τὸ ἐκείνων. Οἱ γὰρ ἔχοντές τι μέγα καὶ καλὸν, ὅταν μόνοι ἔχωσι, μᾶλλον ἐπαίρονται· ἂν δὲ μετὰ ἄλλων φανῶσιν αὐτὸ κεκτημένοι, οὐκέτι ὁμοίως τοῦτο πάσχουσι. Πρῶτον μὲν οὖν αὐτὸ κοινοποιεῖ, ἐπειδὴ ἐκεῖνοι αὐτῶν αὐτὸ εἶναι ἐνόμιζον μόνων· ἔπειτα ποιήσας κοινὸν, οὐ τίθησιν ἑαυτὸν ἐν τῇ κοινωνίᾳ μόνον, ἐπεὶ καὶ οὕτως ἂν μᾶλλον αὐτοὺς ἐπῆρεν. Ὥσπερ γὰρ τὸ μόνον ἔχειν ἐπαίρει, οὕτω κοινωνὸν ἕνα που καὶ δεύτερον ἔχειν τῶν ὑπερεχόντων, οὐκ ἔλαττον τοῦτο ποιεῖ. ∆ιὰ τοῦτο οὐχ ἑαυτὸν τίθησιν, ἀλλὰ πάντας. Οὐ γὰρ εἶπεν, ὅτι Καὶ ἐγὼ ἔχω γνῶσιν, ἀλλ', Οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἑνὶ μὲν οὖν τούτῳ πρώτῳ κατέβαλεν αὐτῶν τὸ φρόνημα, δευτέρῳ δὲ σφοδροτέρως. Ποίῳ δὴ τούτῳ; Τῷ δεῖξαι ὅτι οὐδὲ αὐτὸ τὸ πρᾶγμα ἀπηρτισμένον ἐστὶν, ἀλλὰ καὶ σφόδρα ἀτελές· καὶ οὐ μόνον ἀτελὲς, ἀλλὰ καὶ βλαβερὸν, ἐὰν μὴ ᾖ συνεζευγμένον ἕτερον αὐτῷ. Εἰπὼν γὰρ, Ὅτι πάντες γνῶσιν ἔχομεν, ἐπήγαγεν· Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Ὥστε ὅταν χωρὶς ἀγάπης ᾖ, καὶ εἰς ἀπόνοιαν αἴρει. Ἀλλ' οὐδὲ ἡ ἀγάπη, φησὶ, χωρὶς γνώσεως κέρδος ἔχει τι. Ἀλλ' οὐκ εἶπε τοῦτο· ἀλλ' ὡς ὡμολογημένον ἀφεὶς, δείκνυσιν ὅτι σφόδρα δεῖται ἐκείνου τοῦτο. Ὁ μὲν γὰρ ἀγαπῶν, ἅτε ἐντολὴν πληρῶν τὴν πασῶν κυριωτέραν, κἂν ἐλλείποντά τινα ἔχῃ, ταχέως ἀπολαύσεται τῆς γνώσεως διὰ τὴν ἀγάπην, ὥσπερ ὁ Κορνήλιος καὶ ἕτεροι πολλοί· ὁ δὲ γνῶσιν μὲν ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐ μόνον οὐδὲν προσλήψεται, ἀλλὰ καὶ αὐτῆς ἐκπεσεῖται ἧς ἔχει, πολλάκις εἰς ἀπόνοιαν ἐμπεσών. Ὥστε ἡ μὲν γνῶσις ἀγάπης οὐκ ἔστι ποιητικὴ, ἀλλὰ καὶ τοὐναντίον ἀποσχίζει τὸν μὴ προσέχοντα, φυσῶσα καὶ ἐπαίρουσα. Καὶ γὰρ διαιρεῖν εἴωθεν ἡ ἀλαζονεία· ἡ δὲ ἀγάπη καὶ συνάγειν καὶ πρὸς γνῶσιν ἄγειν. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. Ὥστε οὐ τοῦτο κωλύω, φησὶ, τὸ τελείαν γνῶσιν ἔχειν, ἀλλὰ τὸ μετὰ ἀγάπης ταύτην ἔχειν, τοῦτο κελεύω· ἐπεὶ κέρδος οὐδὲν, ἀλλὰ καὶ βλάβος. βʹ. Ὁρᾷς ὅπως ἤδη προανακρούεται τὸν περὶ ἀγάπης λόγον; Ἐπειδὴ γὰρ ταῦτα πάντα ἀπὸ τούτου συνέβαινε τὰ κακὰ, καὶ οὐκ ἀπὸ τελείας γνώσεως, ἀλλ' ἀπὸ τοῦ μὴ σφόδρα φιλεῖν μηδὲ φείδεσθαι τῶν πλησίον, ὅθεν καὶ τὸ διασπασθῆναι αὐτοὺς γέγονε καὶ τὸ ἐπαίρεσθαι, καὶ τὰ ἄλλα πάντα ἅπερ αὐτοῖς ἐνεκάλεσε, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα, συνεχῶς αὐτῆς ἐπιμελεῖται, τὴν πηγὴν τῶν ἀγαθῶν διορθούμενος. Τί τοίνυν πεφύσησθε, φησὶν, ἐπὶ τῇ γνώσει; Ἂν γὰρ τὴν ἀγάπην μὴ ἔχητε, καὶ βλαβήσεσθε ἐντεῦθεν· τί 61.162 γὰρ ἀλαζονείας χεῖρον; ἂν δὲ ἐκεῖνο προσῇ, καὶ τοῦτο ἔσται ἐν ἀσφαλείᾳ. Κἂν γάρ τι πλέον εἰδῇς τοῦ πλησίον, φιλῶν αὐτὸν οὐκ ἐπαίρῃ, ἀλλὰ ἄγεις καὶ αὐτὸν ἐπὶ τοῦτο. ∆ιὸ καὶ εἰπὼν, Ἡ γνῶσις φυσιοῖ, ἐπήγαγεν, Ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Οὐκ εἶπε, Μετριάζει, ἀλλὰ τὸ πολλῷ πλέον