125
καὶ ὅτι μετὰ ταῦτα πάντα διὰ βρῶμα ἀπόλλυται. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Ὁρᾷς πῶς ἠρέμα καὶ κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν ἀνήγαγε τὸ ἁμάρτημα; Καὶ πάλιν τῆς ἀσθενείας μέμνηται τῆς ἐκείνων. Ὅπερ γὰρ ἐνόμιζον ὑπὲρ αὐτῶν εἶναι οὗτοι, τοῦτο πανταχοῦ εἰς τὴν αὐτῶν περιτρέπει κεφαλήν. Καὶ οὐκ εἶπε, Σκανδαλίζοντες, ἀλλὰ, Τύπτοντες, ὥστε τῇ ἐμφάσει τῆς λέξεως τὴν ὠμότητα ἐνδείξασθαι. Τί γὰρ ἀπηνέστερον ἀνθρώπου γένοιτ' ἂν τοῦ τὸν νοσοῦντα τύπτοντος; Καὶ γὰρ πληγῆς ἁπάσης χαλεπώτερον τὸ σκανδαλίζειν· πολλάκις γοῦν καὶ θάνατον τοῦτο εἰργάσατο. Καὶ πῶς εἰς Χριστὸν ἁμαρτάνουσιν; Ἑνὶ μὲν τρόπῳ, ὅτι τὰ τῶν οἰκετῶν αὐτὸς οἰκειοῦται· δευτέρῳ δὲ, ὅτι εἰς τὸ σῶμα αὐτοῦ καὶ εἰς τὸ μέλος τελοῦσιν οἱ τυπτόμενοι· τρίτῳ, ὅτι τὸ ἔργον αὐτοῦ, ὃ διὰ τῆς οἰκείας ᾠκοδόμησε σφαγῆς, τοῦτο οὗτοι καθαιροῦσι διὰ τὴν οἰκείαν φιλοτιμίαν. ∆ιόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Τοῦτο, ὡς διδάσκαλος ἄριστος, τὸ δι' ἑαυτοῦ παιδεύειν ἃ λέγει. Καὶ οὐκ εἶπεν, Εἴτε δικαίως, εἴτε ἀδίκως· ἀλλ' ὁπωσοῦν. Καὶ οὐ λέγω, φησὶν, εἰδωλόθυτον, ὃ καὶ δι' ἑτέραν αἰτίαν κεκώλυται· ἀλλ' εἴ τι καὶ τῶν ἐν ἐξουσίᾳ καὶ συγκεχωρημένων σκανδαλίζει, καὶ ἐκείνων ἀφέξομαι· καὶ οὐ μίαν οὐδὲ δευτέραν ἡμέραν, ἀλλὰ τὸν πάντα χρόνον τῆς ζωῆς μου· Οὐ 61.168 μὴ γὰρ φάγω, φησὶ, κρέα εἰς τὸν αἰῶνα. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ ἀπολέσω τὸν ἀδελφόν· ἀλλ', Ἵνα μηδὲ ἁπλῶς σκανδαλίσω. Καὶ γὰρ ἐσχάτης ἀνοίας τὰ περισπούδαστα τῷ Χριστῷ, καὶ τοιαῦτα ὡς καὶ θάνατον ἑλέσθαι δι' αὐτὰ, ταῦτα οὕτως ἡμᾶς εὐκαταφρόνητα νομίζειν, ὡς μηδὲ βρωμάτων ἀπέχεσθαι δι' αὐτά. Ταῦτα δὲ οὐ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ἂν ἔχοι καιρὸν λέγεσθαι, τοὺς καταφρονοῦντας τῆς τῶν πλησίον σωτηρίας, καὶ τὰ σατανικὰ ἐκεῖνα φθεγγομένους ῥήματα. Τὸ γὰρ λέγειν, Τί δέ μοι μέλει, ἂν ὁ δεῖνα σκανδαλίζηται, καὶ ὁ δεῖνα ἀπόλλυται; τῆς ὠμότητος τῆς ἐκείνου καὶ τῆς ἀπανθρωπίας ἐστί. Καίτοι γε τότε μὲν καὶ τῆς τῶν σκανδαλιζομένων ἦν ἀσθενείας τὸ συμβαῖνον· ἐφ' ἡμῶν δὲ οὐκέτι. Τοιαῦτα γὰρ ἁμαρτάνομεν, ἃ καὶ τοὺς ἰσχυροὺς σκανδαλίζει. Ὅταν γὰρ τύπτωμεν καὶ ἁρπάζωμεν καὶ πλεονεκτῶμεν, καὶ ὡς ἀνδραπόδοις τοῖς ἐλευθέροις ἀποχρώμεθα, τίνα οὐχ ἱκανὰ ταῦτα σκανδαλίσαι; Μὴ γὰρ εἴπῃς ὅτι ὁ δεῖνα ὑποδηματοῤῥάφος, μηδ' ὅτι δευσοποιὸς ἕτερος, μηδ' ὅτι χαλκοτύπος ἄλλος· ἀλλ' ἐννόησον ὅτι πιστὸς καὶ ἀδελφός. Ἐκείνων γάρ ἐσμεν μαθηταὶ τῶν ἁλιέων, τῶν τελωνῶν, τῶν σκηνοῤῥάφων, ἐκείνου τοῦ τραφέντος ἐν οἰκίᾳ τέκτονος, καὶ τὴν μνηστὴν τούτου μητέρα καταξιώσαντος σχεῖν, καὶ ἐκ σπαργάνων ἐπὶ φάτνης κειμένου, καὶ οὐκ ἔχοντος ὅπου κλίνῃ τὴν κεφαλὴν, τοῦ τοσαῦτα ὁδοιποροῦντος, ὡς καὶ κοπιᾷν ἀπὸ τῆς ὁδοιπορίας, τοῦ παρ' ἑτέρων τρεφομένου. ʹ. Ταῦτα λογίζου, καὶ μηδὲν εἶναι νόμιζε τὸν τῦφον τὸν ἀνθρώπινον· ἀλλὰ καὶ τὸν σκηνοποιὸν, καὶ τὸν ἐπ' ὀχήματος φερόμενον καὶ μυρίους παῖδας ἔχοντα καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς, ἀδελφὸν εἶναι νόμιζε· μᾶλλον δὲ τοῦτον πλέον, ἢ ἐκεῖνον. Καὶ γὰρ ἀδελφὸς ἐκεῖνος εἰκότως ἂν λέγοιτο μᾶλλον ὁ μᾶλλον ἐοικώς. Τίς οὖν ἔοικε τοῖς ἁλιεῦσιν; ὁ ἐκ τῆς καθ' ἡμέραν ἐργασίας τρεφόμενος, καὶ μηδὲ οἰκέτην ἔχων μηδὲ καταγώγιον, ἀλλὰ πάντοθεν ἐσταυρωμένος, ἢ ἐκεῖνος ὁ τοσοῦτον περιβεβλημένος τῦφον, καὶ τὰ ἐναντία ποιῶν τοῖς τοῦ Θεοῦ νόμοις; Μὴ δὴ καταφρόνει τοῦ μᾶλλον ἀδελφοῦ· τῆς γὰρ εἰκόνος οὗτος μᾶλλον ἕστηκεν ἐγγὺς τῆς ἀποστολικῆς. Ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ἀναγκαζόμενος, φησίν· οὐ γὰρ κατὰ γνώμην τοῦτο ποιεῖ. Πόθεν τοῦτο; οὐκ ἤκουσας, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε; Ἵνα δὲ μάθῃς ὅτι οὐκ ἄκων, πρόσελθε, καὶ δὸς μύρια χρυσίου τάλαντα, καὶ ὄψει διακρουόμενον. Ὥστε εἰ καὶ μὴ ἐκ προγόνων διεδέξατο πλοῦτον, ἀλλ' ὅταν, ἐξὸν λαβεῖν, μὴ προσίηται μηδὲ προστιθῇ τοῖς οὖσι, μέγιστον δεῖγμα ἐκφέρει τοῦ χρημάτων ὑπερορᾷν. Ἐπεὶ καὶ ὁ Ἰωάννης ὁ Ζεβεδαίου τοῦ σφόδρα πένητος υἱὸς ἦν· ἀλλ' οὐ