ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ συμπεσεῖν, τῷ δὲ τόνῳ διαφέρειν, καὶ ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀο ρίστου ὀξυνθῆναι ὁμοίως τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ δευ τέρου μέλλοντος περισπασθῆναι παραπλησίως τῇ ἰδίᾳ μετοχῇ· ἀλλ' ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, ἐξ ἀνάγκης περιεσπάσθη τὸ ἀπαρέμφατον τοῦ δευτέ ρου ἀορίστου καὶ συνέπεσε τῷ τοῦ δευτέρου μέλλοντος ἀπαρεμφάτῳ, καὶ λοιπὸν εὑρίσκεται τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος ἕν. Ταῦτα μὲν ἐν τούτοις
. Ἰστέον δὲ ὅτι ἐν μὲν ταῖς μετοχαῖς ἐρχόμενοι καὶ ἐρωτώμενοι, διατί ἐν ταῖς μετοχαῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ, πάλιν τὰ ἀπαρέμφατα αἰτιῶνται, λέγοντες, ὅτι ὅπου μὲν τὰ ἀπαρέμφατα συνεζευγμένα εἰσίν, ἐκεῖ καὶ αἱ μετοχαὶ συν εζευγμέναι εἰσίν, ὅπου δὲ τὰ ἀπαρέμφατα διακεχωρισμένα εἰσίν, ἐκεῖ καὶ αἱ μετοχαὶ διακεχωρισμέναι εἰσίν. Καὶ ἔστιν ἡ δεῖξις διάλληλος· διάλ ληλος δὲ δεῖξίς ἐστιν, ἡνίκα τὸ ζητούμενον ἐκ τοῦ ζητουμένου κανο νίζομεν, οἷον ποῦ μένει ∆ίων; ὅπου μένει Πλάτων· καὶ ποῦ μένει Πλάτων; ὅπου μένει ∆ίων· οὕτως οὖν καὶ ἐνταῦθα τὰ ἀπαρέμφατα ἐκ τῶν μετοχῶν κανονίζουσιν, καὶ τὰς μετοχὰς ἐκ τῶν ἀπαρεμφάτων. Ἰστέον δὲ ὅτι τῶν δείξεων αἱ μέν εἰσιν οὐσιώδεις, ἤγουν φυσικαί, αἱ δὲ ἐπουσιώδεις, ἤγουν τεκμηριώδεις· καὶ φυσικαὶ μὲν δείξεις ὑπάρχου σιν, ὡς ὅταν πόρρωθεν θεωρήσας καπνὸν εἴπω, καίτοι μὴ θεώμενος τὸ πῦρ, ὅτι πῦρ ἔστιν ἐκεῖ, φυσικὸν γάρ ἐστι τὸ ἐκ τοῦ πυρὸς τὸν καπνὸν ἐξιέναι· τεκμηριώδεις δὲ δείξεις εἰσίν, ὡς ὅταν ἐν οἴκῳ τυχὸν μέλανα τόπον θεωρήσας τις εἴπῃ, ὅτι οὗτος ὁ τόπος ἀπὸ καπνοῦ ἐρρυπώθη 216 καὶ ἐμελάνθη, μὴ ἀκριβῶς δὲ λέγων ἀλλ' ἐκ στοχασμοῦ· οὔτε γὰρ ἀπὸ καπνοῦ μόνον ἔστι μελανθῆναι, ἀλλὰ καὶ ἐξ ἑτέρου τινὸς τυχὸν ἢ μέ λανος ἢ κάρβωνος. Τούτων οὕτως ἐχόντων, οἱ μὲν κανονίζοντες τὰς μετοχὰς ἐκ τῶν ἀπαρεμφάτων καὶ λέγοντες, ὅτι ὅπου ἓν τὸ ἀπαρέμ φατον, ἐκεῖ μία καὶ ἡ μετοχή, ὅπου δὲ δύο τὰ ἀπαρέμφατα, ἐκεῖ δύο καὶ αἱ μετοχαί, φυσικῇ κέχρηνται δείξει· ἡ γὰρ ἀπαρέμφατος, ὡς εἴρηται, ἀρχὴ καὶ οἱονεὶ ῥίζα ἐστὶ τῶν ῥημάτων· οἱ δὲ κανονίζοντες τὰ ἀπαρ έμφατα ἐκ τῶν μετοχῶν τεκμηριώδει καὶ οὐ φυσικῇ κέχρηνται δείξει· οὐ γὰρ αἱ μετοχαὶ πρῶται τῶν ἀπαρεμφάτων εἰσίν. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, διατί ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ. Ἰστέον ὅτι ἐν τοῖς προλεγομένοις μεμαθήκαμεν τοῦ Ῥήματος, ὅτι ὁ ἐνεστὼς φυσικὴν συγγένειαν ἔχει πρὸς τὸν παρατατικόν, καὶ τούτου χάριν ἡνώθη αὐτῷ, ὁμοίως δὲ ὁ παρακεί μενος πρὸς τὸν ὑπερσυντέλικον <φυσικὴν συγγένειαν> ἔχει, καὶ τούτου χάριν ἡνώθη αὐτῷ· ὁ μέντοι ἀόριστος καὶ ὁ μέλλων ἐπειδὴ οὐκ ἔχουσι φυσικὴν συγγένειανκατὰ γὰρ τὸν ἀόριστον καὶ τὸν μέλλοντα ἔχουσι τὴν σχέσιν, ἐπειδὴ φυσικὴν κοινωνίαν οὐκ ἔχουσιν· ποία γὰρ κοινωνία τοῦ παρελθόντος πρὸς τὸν μέλλοντα; τούτου χάριν οὐχ ἡνώθηξαν. Περὶ γὰρ τοῦ ἐν τοῖς προστακτικοῖς καὶ τοῖς ὑποτακτικοῖς συνεζευγμένον εἶναι τὸν ἀόριστον καὶ τὸν μέλλοντα λέγει ὁ Φιλόπονος, ὅτι ἐπειδὴ αἱ μὲν τούτων φωναὶ ἐκ τοῦ ἀορίστου γεγόνασιν, οἷον ἔτυψα τύψον ἐὰν τύψω, αἱ δὲ σημασίαι αὐτῶν μέλλοντός εἰσιν, τούτου χά ριν, ὡς τῆς σημασίας τοῦ μέλλοντος ἀναπληρωθείσης ἐν τῇ τοῦ ἀορίστου φωνῇ, σεσίγηνται οἱ ἀπὸ τοῦ μέλλοντος σχηματισμοί. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι δύο τελικά εἰσι τῶν ἀπαρεμ φάτων, τὸ ˉν καὶ ἡ ˉαˉι δίφθογγος, οἷον τύπτειν τύπτεσθαι. Καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ τὰ ἀπαρέμφατα ἐν μιᾷ φωνῇ δοκοῦσι τὰ τρία πρόσωπα ἔχειν, οἷον τύπτειν θέλω, τύπτειν θέλεις, τύπτειν θέλει, τούτου χάριν καὶ τελικὰ ἔλαβον ἁρμόζοντα τοῖς τρισὶ προσώποις, καὶ διὰ τοῦτο τὸ ˉν καὶ τὴν ˉαˉι δίφθογγον ἔχουσι τελικὰ τὰ ἀπαρέμφατα· καὶ γὰρ καὶ τὸ ˉν καὶ ἡ ˉαˉι δίφθογγος εὑρίσκεται καὶ ἐν