129
κοινωνοῦντα αὐτῷ τῆς ἀκριβείας, οὐκ ἀπέκρυψεν. Εἰ γὰρ τὰ ἄλλα κοινὰ, πῶς τοῦτο οὐ κοινόν; ἀπόστολοι κἀκεῖνοι καὶ ἡμεῖς, καὶ ἐλεύθεροι, καὶ τὸν Χριστὸν ἑωράκαμεν καὶ τὰ τῶν ἀποστόλων ἐπεδειξάμεθα. Οὐκοῦν καὶ ἡμεῖς ἐξουσίαν ἔχομεν καὶ τοῦ ἀργοῦντες ζῇν, καὶ τοῦ τρέφεσθαι παρὰ τῶν μαθητευομένων. Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Ἐπειδὴ, ὅπερ ἰσχυρότατον ἦν, ἐκ τῶν ἀποστόλων ἀπέδειξεν, ὅτι ἔξεστι τοῦτο ποιεῖν, ἐπὶ παραδείγματα λοιπὸν ἔρχεται καὶ τὴν κοινὴν συνήθειαν, ὅπερ ἔθος αὐτῷ ποιεῖν, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις, λέγων. Σὺ δέ μοι σκόπει πῶς τὰ ὑποδείγματα σφόδρα ἁρμόδια τῇ προκειμένῃ ἤγαγεν ὑποθέσει, καὶ πῶς πρῶτον μέμνηται τοῦ ἐπικινδύνου, στρατιᾶς καὶ ὅπλων καὶ πολέμων. Τοιοῦτον γὰρ ἡ ἀποστολὴ, μᾶλλον δὲ καὶ τούτων πολλῷ μεῖζον. Οὐδὲ γὰρ πρὸς ἀνθρώπους μόνον ὁ πόλεμος ἦν αὐτοῖς, ἀλλὰ καὶ πρὸς δαίμονας, καὶ πρὸς τὸν ἐκείνων ἀρχηγὸν ἡ παράταξις. Ὃ τοίνυν φησὶ, τοῦτό ἐστιν, ὅτι Ὃ οὐδὲ οἱ ἔξωθεν ἄρχοντες ἀπαιτοῦσιν, οἱ ὠμοὶ καὶ ἄδικοι, στρατεύεσθαι καὶ κινδυνεύειν, καὶ οἴκοθεν τρέφεσθαι τοὺς στρατευομένους· πῶς οὖν ὁ Χριστός ποτε τοῦτο ἀπῄτησεν ἄν; Καὶ οὐδὲ ἑνὶ ἀρκεῖται παραδείγματι. Τὸν γὰρ ἀφελέστερον καὶ παχύτερον καὶ τοῦτο μάλιστα ἀναπαύειν εἴωθε, τὸ καὶ τὴν κοινὴν συνήθειαν ὁρᾷν τοῖς τοῦ Θεοῦ νόμοις συμβαίνουσαν. 61.173 γʹ. ∆ιὸ καὶ ἐφ' ἕτερον πρόεισι, καί φησι· Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει, ∆ι' ἐκείνου μὲν γὰρ τοὺς κινδύνους, διὰ δὲ τούτου τὸν πόνον καὶ τὴν πολλὴν ταλαιπωρίαν καὶ ἐπιμέλειαν ἐνέφηνε. Καὶ τρίτον πάλιν ὑπόδειγμα προστίθησι, λέγων· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; Τὴν κηδεμονίαν τὴν πολλὴν τὴν διδασκάλῳ πρέπουσαν περὶ τοὺς ἀρχομένους ἐπιδείκνυται. Καὶ γὰρ καὶ στρατιῶται καὶ γεωργοὶ καὶ ποιμένες ἦσαν οἱ ἀπόστολοι, οὐ γῆς οὐδὲ ἀλόγων οὐδὲ πολέμων αἰσθητῶν, ἀλλὰ ψυχῶν λογικῶν καὶ τῆς πρὸς τοὺς δαίμονας παρατάξεως. Παρατηρητέον δὲ κἀκεῖνο, ὅπως πανταχοῦ τὴν συμμετρίαν ἐφύλαξε, τὸ χρειῶδες ζητῶν μόνον, οὐχὶ τὸ περιττόν. Οὐ γὰρ εἶπε, Τίς στρατεύεται, καὶ οὐ πλουτεῖ· ἀλλὰ, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; οὐδὲ εἶπε, Τίς φυτεύει ἀμπελῶνα, καὶ οὐ συνάγει χρυσίον, ἢ τὸν καρπὸν ὁλόκληρον οὐ τρυγᾷ; ἀλλ', Ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; οὐδὲ εἶπε, Τίς ποιμαίνει ποίμνην, καὶ οὐκ ἐμπορεύεται τοὺς ἄρνας; ἀλλὰ πῶς; Καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; οὐκ ἐκ τῶν ἀρνῶν, ἀλλ' Ἐκ τοῦ γάλακτος· δεικνὺς ὅτι μικρᾷ παραμυθίᾳ τὸν διδάσκαλον ἀρκεῖσθαι δεῖ, καὶ τῇ ἀναγκαίᾳ μόνῃ τροφῇ. Ταῦτα πρὸς τοὺς βουλομένους πάντα κατεσθίειν καὶ τὸν καρπὸν ὁλόκληρον τρυγᾷν. Οὕτω καὶ ὁ Κύριος ἐνομοθέτησε, λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐ τοῦτο δὲ μόνον διὰ τῶν ὑποδειγμάτων κατασκευάζει, ἀλλὰ καὶ δείκνυσιν ὁποῖον εἶναι χρὴ τὸν ἱερέα. Καὶ γὰρ στρατιώτου ἀνδρείαν κεκτῆσθαι δεῖ καὶ γεωργοῦ ἐπιμέλειαν καὶ ποιμένος κηδεμονίαν, καὶ μετὰ ταῦτα πάντα μηδὲν πλέον τῶν ἀναγκαίων ζητεῖν. ∆είξας τοίνυν καὶ ἀπὸ τῶν ἀποστόλων, ὅτι οὐ κεκώλυται λαμβάνειν τὸν διδάσκαλον, καὶ ἀπὸ τῶν κατὰ τὸν βίον παραδειγμάτων, καὶ ἐπὶ τρίτον κεφάλαιον ἔρχεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐπειδὴ γὰρ τέως ἀπὸ Γραφῶν οὐδὲν εἶπεν, ἀλλὰ τὴν κοινὴν συνήθειαν προεβάλετο, Μὴ νομίσητέ με, φησὶ, τούτοις ἰσχυρίζεσθαι μόνοις, μηδὲ ἀφ' ὧν τοῖς ἀνθρώποις δοκεῖ, ταῦτα νομοθετεῖν. Ἔχω γὰρ δεῖξαι, ὅτι καὶ τῷ Θεῷ ταῦτα δοκεῖ, καὶ παλαιὸν ἀναγινώσκω νόμον ταῦτα κελεύοντα. ∆ιὸ καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐπὶ τῶν σφόδρα ὡμολογημένων γίνεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λέγω; Τουτέστι, Μὴ ἐξ ἀνθρωπίνων μόνων παραδειγμάτων ἰσχυρίζομαι; Ἦ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ νόμῳ Μωϋσέως γέγραπται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Καὶ τίνος ἕνεκεν ἐμνήσθη τούτου, τὸ τῶν ἱερέων ὑπόδειγμα ἔχων; Ἐκ πολλῆς τῆς περιουσίας αὐτὸ κατασκευάσαι βουλόμενος. Εἶτα, ἵνα μή τις λέγῃ, Καὶ τί πρὸς ἡμᾶς τὸ περὶ τῶν βοῶν εἰρημένον; ἐπεξεργάζεται αὐτὸ μετὰ ἀκριβείας