130
λέγων· Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Οὐ μέλει οὖν περὶ τῶν βοῶν, εἰπέ μοι, τῷ Θεῷ; Μέλει μὲν οὖν, οὐχ οὕτω δὲ, ὡς καὶ νόμον θεῖναι ὑπὲρ τούτου. Ὥστε εἰ μὴ μέγα τι ᾐνίττετο, ἐγγυμνάζων τοῖς ἀλόγοις τοὺς Ἰουδαίους εἰς τὸ εἶναι φιλανθρώπους, καὶ ἀπὸ τούτων καὶ περὶ τῶν διδασκάλων αὐτοῖς διαλεγόμενος, οὐκ ἂν τοσαύτην ἐποιήσατο σπουδὴν, ὡς καὶ νόμον γράψαι ὑπὲρ τοῦ μὴ κημοῦσθαι τοὺς βοῦς. Ἐντεῦθεν καὶ ἕτερόν τι δείκνυσι, πολὺν τὸν 61.174 πόνον τῶν διδασκάλων καὶ ὄντα, καὶ εἶναι ὀφείλοντα· καὶ ἕτερον πάλιν. Ποῖον δὴ τοῦτο; Ὅτι ὅσαπερ ἂν ὑπὲρ τῆς τῶν ἀλόγων ἐπιμελείας παρὰ τῆς Παλαιᾶς λέγηται, προηγουμένως εἰς τὴν τῶν ἀνθρώπων συντελεῖ διδασκαλίαν· ὥσπερ οὖν καὶ τὰ ἄλλα ἅπαντα, οἷον τὰ περὶ ἱματίων ποικίλων, καὶ τὰ περὶ ἀμπελώνων καὶ σπερμάτων καὶ τοῦ μὴ διάφορον ποιεῖν τὴν γῆν, τὰ περὶ λέπρας, καὶ τὰ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα. Παχυτέροις γὰρ οὖσιν ἐντεῦθεν διελέγετο, κατὰ μικρὸν ἀναβιβάζων αὐτούς. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲ κατασκευάζει λοιπὸν, ἅτε φανερὸν ὂν καὶ αὐτόθεν δῆλον. Εἰπὼν γὰρ, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἐπήγαγεν, Ἦ δι' ἡμᾶς πάντως λέγει; οὐδὲ τὸ, Πάντως, ἁπλῶς προσθεὶς, ἀλλ' ἵνα μὴ συγχωρήσῃ μηδ' ὁτιοῦν ἀντειπεῖν τῷ ἀκροατῇ. Καὶ ἐπιμένει τῇ μεταφορᾷ λέγων καὶ ἀποφαινόμενος· ∆ι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν· τουτέστιν, ὁ διδάσκαλος ὀφείλει τῶν πόνων τὰς ἀμοιβὰς ἔχειν· καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι. Καὶ θέα σύνεσιν. Ἀπὸ γὰρ τοῦ σπόρου ἐπὶ τὴν ἅλω τὸ πρᾶγμα μετήνεγκε, πάλιν κἀνταῦθα τοὺς πολλοὺς ἱδρῶτας τῶν διδασκάλων ἐμφαίνων, ὅτι αὐτοὶ καὶ ἀροτριῶσι καὶ τὴν ἅλω τρίβουσι. Καὶ ἐπὶ μὲν τοῦ ἀροτριᾷν, ἐπειδὴ οὐδὲν ἦν καρπώσασθαι, ἀλλὰ πόνον, τὴν ἐλπίδα τέθεικεν· ἐπὶ δὲ τοῦ τρίβειν τὴν ἅλω, ἤδη τὴν ἀπόλαυσιν ἐχαρίσατο λέγων· Καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχει. δʹ. Εἶτα, ἵνα μὴ λέγῃ τις, Αὕτη οὖν ἡ τῶν τοσούτων ἱδρώτων ἀμοιβή; προσέθηκεν, Ἐπ' ἐλπίδι, τουτέστι, τῇ μελλούσῃ. Οὐδὲν οὖν ἕτερον τὸ στόμα ἀκήμωτον ὃν τοῦ ζώου τούτου βοᾷ, ἢ ὅτι τοὺς διδασκάλους τοὺς πονοῦντας δεῖ καὶ ἀμοιβῆς ἀπολαύειν. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Ἰδοὺ καὶ τέταρτον προστίθησι λογισμὸν ὑπὲρ τοῦ δεῖν παρέχειν. Ἐπειδὴ γὰρ εἶπε, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; καὶ, Τίς φυτεύει ἀμπελῶνα; καὶ, Τίς ποιμαίνει ποίμνην; καὶ παρήγαγε τὸν βοῦν τὸν ἀλοῶντα, δείκνυσι καὶ ἄλλην αἰτίαν εὐλογωτάτην, δι' ἣν ἦσαν δίκαιοι λαβεῖν, ὡς πολλῷ μείζονα παρεσχηκότες, οὐκέτι ὡς καμόντες μόνον. Τίς οὖν ἐστιν; Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἶδες δικαιοτάτην αἰτίαν καὶ τῶν προτέρων εὐλογωτέραν; Ἐκεῖ μὲν γὰρ, φησὶ, σαρκικὸς ὁ σπόρος, σαρκικὸς καὶ ὁ καρπός· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν σπόρος πνευματικὸς, ἡ δὲ ἀντίδοσις σαρκική. Ἵνα γὰρ μὴ μέγα φρονῶσιν οἱ παρέχοντες τοῖς διδασκάλοις, ἔδειξεν ὅτι μείζονα λαμβάνουσιν, ἢ διδόασιν. Οἱ μὲν γὰρ γεωργοὶ, ἅπερ ἂν κατασπείρωσι, ταῦτα καὶ λαμβάνουσιν· ἡμεῖς δὲ σπείροντες εἰς τὰς ὑμετέρας ψυχὰς πνευματικὰ, θερίζομεν σαρκικά· τοιοῦτον γὰρ ἡ παρ' αὐτῶν διδομένη τροφή. Εἶτα καὶ ἐντρεπτικώτερον· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Ἰδοὺ καὶ ἕτερος πάλιν λογισμὸς, καὶ αὐτὸς ἐκ παραδειγμάτων, ἀλλ' οὐχ ὁμοίων. Οὐδὲ γὰρ Πέτρου μέμνηται ἐνταῦθα, οὔτε τῶν ἀποστόλων, ἀλλ' ἑτέρων τινῶν νόθων, πρὸς οὓς ὕστερον ἀποδύεται, καὶ περὶ ὧν φησιν· Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς διαίρει· καὶ τὸν πρὸς ἐκείνους ἤδη προανακρούεται πόλεμον. ∆ιὸ οὐδὲ εἶπεν, Εἰ ἄλλοι λαμβάνουσι παρ' ὑμῶν, 61.175 ἀλλὰ δεικνὺς αὐτῶν τὴν αὐθάδειαν καὶ τὴν τυραννίδα καὶ τὴν ἐμπορίαν, φησίν· Εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσι· τουτέστι, κρατοῦσιν ὑμῶν, ἐξουσιάζουσιν, ὡς οἰκέταις ἀποκέχρηνται, οὐ λαμβάνοντες μόνον, ἀλλὰ καὶ μετὰ πολλῆς σπουδῆς καὶ τῆς αὐθεντίας. ∆ιὸ προσέθηκεν, Οὐ πολλῷ μᾶλλον ἡμεῖς; ὅπερ οὐκ ἂν, εἰ περὶ τῶν ἀποστόλων ὁ λόγος ἦν, εἶπεν ἄν. Ἀλλ' εὔδηλον ὅτι τινὰς