132
κολαζέσθω· ὁ μὴ παρθενεύων, τιμωρείσθω· ὁ μὴ πάντα ἀποδυόμενος τὰ ὄντα, δίκην διδότω τὴν ἐσχάτην. Ἀλλ' οὐκ ἐποίησε τοῦτο, σοὶ παρέχων, εἰ βουληθείης, φιλοτιμεῖσθαι. ∆ιὰ τοῦτο καὶ ὅτε περὶ παρθενίας διελέγετο, ἔλεγεν· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· καὶ ἐπὶ τοῦ πλουσίου τὰ μὲν ἐπέταξε, τὰ δὲ ἐπέτρεψε τῇ ἐξουσίᾳ τῆς διανοίας. Οὐ γὰρ εἶπε, Πώλησον τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, πώλησον. Ἀλλ' ἡμεῖς οὐ μόνον οὐ φιλοτιμούμεθα οὐδὲ ὑπερβαίνομεν τὰ προστάγματα, ἀλλὰ καὶ τοῦ μέτρου τῶν κελευσθέντων σφόδρα ἀπολιμπανόμεθα. Καὶ Παῦλος μὲν ἐλίμωττεν, ἵνα μὴ ἐγκοπὴν τῷ εὐαγγελίῳ δῷ· ἡμεῖς δὲ οὐδὲ τῶν ἀποκειμένων ἡμῖν ἅψασθαι τολμῶμεν, μυρίας ὁρῶντες ἀνατρεπομένας ψυχάς. Τρωγέτω γὰρ, φησὶν, ὁ σὴς, καὶ μὴ τρωγέτω ὁ πένης· κατεσθιέτω ὁ σκώληξ, καὶ μὴ περιβαλλέσθω ὁ γυμνός· ἀναλισκέσθω πάντα τῷ χρόνῳ, καὶ μὴ τρεφέσθω ὁ Χριστὸς, καὶ ταῦτα πεινῶν. Καὶ τίς τοῦτο εἶπε; φησί. Τοῦτο γάρ ἐστι σφόδρα τὸ δεινὸν, ὅτι οὐκ ἐν τοῖς ῥήμασιν, ἀλλ' ἐν τοῖς πράγμασι ταῦτα λέγεται. Καὶ γὰρ ἧττον ἂν ἦν δεινὸν ἐπὶ τῶν ῥημάτων λεγόμενον, ἢ ἐπὶ τῶν ἔργων γινόμενον. Ἦ γὰρ οὐ ταῦτα βοᾷ καθ' ἑκάστην ἡμέραν ἡ ἀπάνθρωπος καὶ ὠμὴ τυραννὶς, ἡ φιλαργυρία τοῖς αὑτῆς αἰχμαλώτοις; Προκείσθω καὶ συκοφάνταις καὶ λῃσταῖς καὶ ἐπιβούλοις πρὸς τρυφὴν τὰ ὑμέτερα, καὶ μὴ τοῖς πεινῶσι μηδὲ τοῖς δεομένοις διατροφή. Οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς λῃστάς; οὐ γὰρ ὑμεῖς τῷ πυρὶ τῶν βασκάνων παρέχετε τροφήν; οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς δραπέτας καὶ τοὺς ἐπιβούλους, καθάπερ δέλεαρ αὐτοῖς τὸν ὑμέτερον προτιθέντες πλοῦτον; τίς ἡ μανία αὕτη; Μανία γὰρ καὶ παραπληξία σαφὴς, τὰ μὲν κιβώτια μεστὰ ἱματίων ποιεῖν, τὸν δὲ κατ' εἰκόνα Θεοῦ γενόμενον καὶ καθ' ὁμοίωσιν, γυμνὸν καὶ τρέμοντα ὑπὸ τοῦ κρυμοῦ περιορᾷν, καὶ μόλις ὀρθούμενον. Ἀλλὰ προφασίζεται, φησὶ, τὸν τρόμον καὶ τὴν ἀσθένειαν. Εἶτα οὐ δέδοικας μὴ σκηπτὸς ἄνωθεν ἀπὸ τοῦ ῥήματος ἀναφθεὶς τούτου κατενεχθῇ; διαῤῥήγνυμαι γὰρ ὑπὸ τοῦ θυμοῦ· σύγγνωτε. Σὺ μὲν γὰρ γαστριζόμενος καὶ πιαινόμενος, καὶ εἰς ἑσπέραν βαθεῖαν τὸν πότον παρατείνων, καὶ μαλακοῖς ἐνθαλπόμενος στρώμασιν, οὐκ ἀξιοῖς 61.177 δοῦναι δίκην, οὕτω παρανόμως τοῖς τοῦ Θεοῦ χρώμενος δώροις (οὐδὲ γὰρ ἵνα μεθύωμεν, ὁ οἶνος· οὐδ' ἵνα γαστριζώμεθα, ἡ τροφὴ γέγονεν· οὐδ' ἵνα διασπῶμεν τὴν γαστέρα, τὰ σιτία)· τὸν δὲ πένητα, τὸν ἄθλιον, τὸν οὐδὲν ἄμεινον νεκροῦ διακείμενον, τοῦτον εὐθύνας ἀπαιτεῖς ἀκριβεῖς, καὶ οὐ δέδοικας τοῦ Χριστοῦ τὸ δικαστήριον τὸ φρικτὸν ἐκεῖνο καὶ φοβερόν; Καὶ γὰρ εἰ ὑποκρίνεται, ἐξ ἀνάγκης ὑποκρίνεται καὶ ἐνδείας διὰ τὴν ὠμότητα τὴν σὴν καὶ τὴν ἀπανθρωπίαν τὴν τοιούτων δεομένην προσωπείων, τὴν μὴ ἐπικλωμένην πρὸς ἔλεον. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς μηδεμιᾶς ἀνάγκης ἐπικειμένης ὑπὲρ ἑνὸς ἄρτου τοιαῦτα ἀσχημονεῖν καὶ κόπτεσθαι καὶ τοσαύτην ὑπομένειν δίκην; Ὥστε ἡ ὑπόκρισις ἡ ἐκείνου τῆς σῆς ἀπανθρωπίας περιέρχεται γιγνομένη κήρυξ. Ἐπειδὴ γὰρ ἱκετεύων καὶ λιπαρῶν καὶ ἐλεεινὰ προϊέμενος ῥήματα, καὶ ὀδυρόμενος καὶ δακρύων καὶ δι' ὅλης περιιὼν τῆς ἡμέρας, οὐδὲ τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς, ἐπενόησεν ἴσως καὶ ταύτην τὴν μηχανὴν, οὐκ ἐκείνῳ τοσαύτην, ὅσην σοὶ, φέρουσαν τὴν ἀσχημοσύνην καὶ τὴν κατηγορίαν. Ἐκεῖνος μὲν γὰρ ἐλεεῖσθαι δίκαιος, ὅτι εἰς τοσαύτην κατῆλθεν ἀνάγκην· ἡμεῖς δὲ μυρίων ἄξιοι τιμωριῶν, ὅτι τοὺς πένητας τοιαῦτα βιαζόμεθα πάσχειν. Εἰ γὰρ ἐξ εὐκολίας ἐπεκλώμεθα, οὐκ ἄν ποτε εἵλετο ἐκεῖνος τοιαῦτα ὑπομένειν. Καὶ τί λέγω γύμνωσιν καὶ τρόμον; Τὸ γὰρ τούτου φρικωδέστερον ἐρῶ, ὅτι καὶ παῖδας ἠναγκάσθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡμετέρας ἀναισθησίας καθίκωνται. Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας οὔτε ἀπὸ τῆς συμφορᾶς ἐπεσπάσαντο τοὺς ἀνηλεεῖς, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμὸν, κουφότερον εἶναι νομίζοντες ἀπεστερῆσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ καὶ τὸν οἴκτιστον ὑπομένειν