133
προσκαθήμενον τῇ Βι ζύῃ· ἀλλ' οὐκ ἐδόκουν αὐτάρκεις πρὸς ἀνταγώνισιν. ὅμως φα νέντων Βουλγάρων περὶ Σωζόπολιν ὁ βασιλεὺς ἐκπέμπει συνάμα 446 πλείστοις τὸν ἐκ Βουλγάρων Βοσσίλαν, τὸν Σμίλτζου καὶ Ῥαδο σθλάβου ὕστατον ἀδελφόν· ὃς δὴ καὶ διὰ ταχέων ἐπιστάς, καὶ φόβον ἐμβαλὼν οὐ μικρὸν τοῖς ἐχθροῖς, εἰς φυγὴν παραυτίκα τρέπει τοὺς ἐπιόντας. καὶ τὸν Σκαφιδᾶν ποταμὸν περαιουμένοις οὕτως ἀκόσμως δυστύχημα συναντᾷ, καὶ ἡ γέφυρα καταπίπτει, καὶ ποταμὸς ἐντεῦθεν καὶ ξίφος τοὺς ἀθλίους διεμεριζέτην, καὶ φόνος οὐχ ὁ τυχὼν γίνεται. τοῦτο Βουλγάρους ὀτρύνει, καὶ σφίσι σύνηθες ὂν ἀναιμωτὶ τοὺς ἑαλωκότας ἀπολύειν, χωρὶς μέν τοι τῶν ἐπιφανῶν καὶ μεγάλων, ὡς μόνους συμβαίνειν πίπτειν τοὺς ἀνθισταμένους κατὰ τὸν πόλεμον, οἱ δὲ κατὰ τὴν Ἀνδρια νοῦ προσβαλόντες καὶ τὰ λάφυρα διαρπάζοντες, σφαλέντων τῶν ἡμετέρων τύχης ἀστασίᾳ καὶ τῷ ἀλλοπροσάλλῳ τοῦ Ἄρεος, πολ λοὺς οὐκ ἀπώκνουν φονεύειν. ὅθεν καὶ βασιλεὺς ὑπερπαθήσας, ἐπεὶ ἔδει καὶ ἱκανὰς συγκροτεῖν δυνάμεις ἐφίστασθαι μέλλοντι τῇ Ἀνδριανοῦ, πολλοὺς μέν τινας ἐκ τῆς ἕω συνηπείγετο ἐμπειροπο λέμους, ἀλλὰ γυμνοὶ τῶν ὑπαρχόντων ἦσαν οὗτοι καὶ ἐνδεεῖς. τούτους γοῦν ἱκανοῦν ἐκ τῶν δυνατῶν προθυμούμενος, τὰ πολλὰ 447 τῶν ἰδίων σκευῶν, ὅσα χρυσοῦ καὶ ἀργύρου ἦσαν ἐξειργασμένα, συνοτρυνούσης εἰς τοῦτο καὶ τῆς Αὐγούστης Μαρίας (τὰ γὰρ πλεῖστα ἐκ τῶν αὐτῆς ἦσαν προικώων, ὧν οἴκοθεν ἐπεφέρετο) πέμπει πρὸς πόλιν, εἰς νόμισμα ταῦτα κοπῆναι προστάσσων. ὃ δὴ γεγονὸς τὴν ταχίστην, καὶ στρατὸν εἰς χιλιοστύας ἐξετοι μασάμενος, ἐπὶ τῆς Ἀνδριανοῦ σὺν πολλῷ τῷ θάρρει σφίσι συν εξορμᾷ. καὶ τὴν Αὐγούσταν ἐκεῖ καταλιπών, πρότερον τὴν θεοτόκον ποτνιασάμενος, κατὰ τὸν ἔξω ζυγόν, ὃν καὶ Ῥωμανίαν λέγουσιν, εἰκοστῇ τρίτῃ Ποσειδεῶνος ἀρεϊκῶς εἰσβάλλει, καὶ τὰ ἀπὸ Ῥεαχούβεως καὶ ἐς Στίλβνον μέχρι καὶ Κόψεως, τὴν πα λαιὰν παροιμίαν ἀνανεούμενος, λείαν Μυσῶν ἀπεργάζεται, καὶ τὸν Ἐλτιμηρῆν ἀποκλείει. αὖθις δὲ τὰ ὅμοια δράσας καὶ ἐφ' ἡμέραις τὴν τῶν ἐναντίων καταδραμὼν πρὸς Ὀρεστιάδα ἐπανα ζεύγνυσι. ταῦτ' ἀκουσθέντα ἐκ τῶν πρὸς τὴν Αὐγούσταν Μα ρίαν τοῦ ἀδελφοῦ τοῦ βασιλέως Θεοδώρου γραμμάτων, ἡ ὁμω νυμία τῆς Ῥεαχούβεως θόρυβον ἐμποιεῖ βασιλεῖ. τὸν γὰρ Στίλ βνον εἰδὼς ἐκ φημῶν καὶ τὴν Κόψιν, ἐπεὶ καὶ περὶ τῆς Ῥεαχού βεως ἐρωτῶν ἐγγὺς τῶν ὁρίων Τερνόβου ταύτην ἤκουε κεῖσθαι ἐκ μεσημβρίας, ἡμερησίαν ὁδὸν διέχουσαν, χλεύην ὅλως ὑπελάμ βανε τὰ γραφόμενα, καὶ οὔτε συμβαλεῖν εἶχεν εἰς ἓν τὰ πόρρω 448 διεστῶτα, καὶ τόλμαν ὄντως εἰκαίαν, εἰ τοῦτ' ἐπράχθη, καὶ κίνδυνον ἀναγκαῖον τοῖς εἰσελθοῦσιν ὡς τὸ εἰκὸς ὑπελάμβανεν. ἦν δὲ ἄρα, ὃ καὶ ἐκ τοῦ παρασχεδὸν ἠκούετο, ἑτέρα τις ὁμωνυ μουμένη Ῥεάχουβις, ἣν καὶ ὑποκοριζόμενοι ἄνθρωποι Ῥεαχοβίτζαν ἐκάλουν. καὶ οὕτω θόρυβος μὲν ἐπέπαυτο, τὸ δ' ἀσφα λὲς τῶν γραμμάτων κατελαμβάνετο. οὔπω δὲ καὶ Ποσειδεὼν ἐπληροῦτο, καὶ ἐντελεῖς φῆμαι, μήνυτρα καθαρὰ ἐκ τῶν ὑστέ ρων ἐπαναζεύξαντος, λίαν διεβεβαίουν ὡς οἱ Βούλγαροι ἔκαμον.
29. Τοῦ δ' αὐτοῦ ἔτους καὶ ὁ τῶν Λαζῶν ἀρχηγὸς καὶ τῆς βασιλέως αὐταδέλφης παῖς Ἀλέξιος, τῇ δεσποτικῇ σεμνυνό μενος μοίρᾳ καὶ τὸ Τραπεζήϊον ἄστυ κατέχων, Γεννουΐταις γί νεται διὰ μάχης ἐξ αἰτίας τοιᾶσδε. Γεννουΐταις ἦν σύνηθες ἐξ ἀρχαίου κατοικοῦσι τὴν χώραν ἀπομερίζειν τὰ κέρδη ὧν μετεχεί ριζον ἐκ κομμερκίου λεγομένου Ῥωμαϊκῶς τοῖς τῆς χώρας ἄρχου σιν. ἐπεὶ δ' ηὐξάνοντο κατὰ πόλιν καὶ ταῖς ἀτελείαις ἐμεγαλύ νοντο, ὥστε καὶ τὴν ἀντιπεραίαν τῆς Βυζαντίδος ἀποχαρισθῆναι σφίσιν εἰς οἰκισμὸν ἅμα μὲν ἀσφαλῆ ἅμα δὲ καὶ μεγαλοπρεπῆ τοῖς οἰκοδομήμασιν, ἠδόξουν ἐντεῦθεν τὴν ἐκεῖ τῶν φορτίων ἀναψη λάφησιν, καὶ βαρέως ἔφερον τὰς εὐθύνας, εἰ παρὰ βασιλέως 449 ἀτελείαις τιμώμενοι τοπαρχοῦσιν ἄλλοις καθυποκλίνοιντο. ὑβριο παθοῦντες τοίνυν ἐντεῦθεν ἐκ τοῦ κοινοῦ σφῶν συνεδρίου πρέσβεις πρὸς τὸν Ἀλέξιον πέμπουσιν, ἀπαιτήσεις τινὰς προτεινόμενοι, αἷς ἐκείνου μηδ' ὅλως συντιθεμένου ἀναχωρεῖν τῆς χώρας παμ πληθεί τε καὶ