135
φήσῃ ἐνδεόμενον· «Ὃς φράσσει γάρ, φησί, τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι τοῦ δεομένου, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων αὐτοῦ.» Κοινωνήσεις εἰς πάντα τῷ ἀδελφῷ σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι, κοινὴ γὰρ ἡ μετάληψις παρὰ Θεοῦ πᾶσιν ἀνθρώποις παρεσκευάσθη. Oὐκ ἀρεῖς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος αὐτῶν διδάξεις αὐτοὺς τὸν φόβον τοῦ Θεοῦ· «Παίδευε γάρ, φησί, τὸν υἱόν σου, οὕτως γὰρ ἔσται σοι εὔελπις.» Oὐκ ἐπιτάξεις δούλῳ σου ἢ παιδίσκῃ τοῖς ἐπὶ τὸν αὐτὸν Θεὸν πεποιθόσιν ἐν πικρίᾳ ψυχῆς, μή ποτε στενάξουσιν ἐπὶ σοὶ καὶ ἔσται σοι ὀργὴ παρὰ Θεοῦ. Καὶ ὑμεῖς, οἱ δοῦλοι, ὑποτάγητε τοῖς κυρίοις ὑμῶν ὡς τύπῳ Θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις. Μισήσεις πᾶσαν ὑπόκρισιν, καὶ πᾶν, ὃ ἐὰν ᾖ ἀρεστὸν Κυρίῳ, ποιήσεις. Oὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς Κυρίου, φυλάξεις δὲ ἃ παρέλαβες παρ' αὐτοῦ, μήτε προ στιθεὶς ἐπ' αὐτοῖς μήτε ἀφαιρῶν ἀπ' αὐτῶν· «Oὐ προ σθήσεις γὰρ τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ.» Ἐξομολογήσῃ Κυρίῳ τῷ Θεῷ σου τὰ ἁμαρτήματά σου καὶ οὐκέτι προσθήσεις ἐπ' αὐτοῖς, ἵνα εὖ σοι γένηται παρὰ Κυρίῳ τῷ Θεῷ σου, ὃς οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν. Τὸν πατέρα σου καὶ τὴν μητέρα σου θεραπεύσεις ὡς αἰτίους σοι γενέσεως, ἵνα γένῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. Τοὺς ἀδελφούς σου καὶ τοὺς συγγενεῖς σου μὴ ὑπερίδῃς· «Τοὺς γὰρ οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει.» Τὸν βασιλέα φοβηθήσῃ, εἰδώς, ὅτι τοῦ Κυρίου ἐστὶν ἡ χειροτονία· τοὺς ἄρχοντας αὐτοῦ τιμήσεις ὡς λειτουργοὺς Θεοῦ, ἔκδικοι γάρ εἰσιν πάσης ἀδικίας· οἷς ἀποτίσατε τέλος, φόρον καὶ πᾶσαν εἰσφορὰν εὐγνωμόνως. Oὐ προσελεύσῃ ἐπὶ προσευχήν σου ἐν ἡμέρᾳ πονη ρίας σου, πρὶν ἂν λύσῃς τὴν πικρίαν σου. Aὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς, ἧς γένοιτο ἐντὸς ὑμᾶς εὑρεθῆναι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἡ δὲ ὁδὸς τοῦ θανάτου ἐστὶν ἐν πράξεσι πονηραῖς θεωρουμένη· ἐν αὐτῇ γὰρ ἄγνοια τοῦ Θεοῦ καὶ πολλῶν θεῶν ἐπεισαγωγή, δι' ὧν φόνοι, μοιχεῖαι, πορνεῖαι, ἐπιορκίαι, ἐπιθυμίαι παράνομοι, κλοπαί, εἰδωλολατρεῖαι, μαγίαι, φαρ μακεῖαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδίαι, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὑψηλοφροσύνη, ἀλαζονεία, ἀφοβία,