136
χείλη αὐτοῦ ὡς χειμάρρους ἐπικλύζων ἕως τραχήλου φθάνων ἀφορίσαι ἔθνη ἀφορισμῷ ματαιότητος. κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἀκολουθήσει τῇ δόξῃ τοῦ κυρίου καιόμενος θυμὸς ἢ ἀντικειμένη δύναμις· πλὴν οὐδὲν ποιήσει δίχα τοῦ προστάγματος τοῦ κριτοῦ. διὸ ἐπιλέγεται· τὸ τέλειον τῶν χειλέων, τὸ τέλειον τῆς ὀργῆς πλῆρες· ἀκολούθως γὰρ τῇ τοῦ λογίου ἀποφάσει τὰ τῆς ὀργῆς τοῖς κολασθησομένοις ἐπενεχθήσεται. Καὶ τὸ πνεῦμα δὲ αὐτοῦ τὸ ἀπεσταλμένον ἐπὶ τοὺς ἀσεβεῖς σῦρον ἥξει ὥσπερ ἐν φάραγγι πλημμυρὸν ὕδωρ μέχρι τραχήλου κατασῦρον τοὺς τὴν τιμωρίαν ὑπέχοντας. καὶ διαιρεθήσεται τὸ κολαστικὸν τοῦτο πνεῦμα εἰς πολλὰς διαιρέσεις διὰ τὸ πλείστην εἶναι τὴν τῶν κολαζομένων διαφοράν. διὸ ταράξει ἔθνη, ἐφ' οἷς ἐπλάνησαν ματαίως καὶ ἐφ' οἷς ἐδίωξεν αὐτοὺς ἐν τῷ προτέρῳ αὐτῶν βίῳ πλάνησις. Ταῦτα εἰπὼν ὁ λόγος τὰ ἑξῆς πρὸς τοὺς προσποιουμένους μὲν θεοσέβειαν ἐν τρυφαῖς δὲ καὶ ἡδυπαθείαις τὴν ἑαυτῶν κατατρίψαντας ζωὴν ἀποτείνεται λέγων· μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος κυρίου πρὸς τὸν θεὸν τοῦ Ἰσραήλ. Εἶτα εἰπὼν ταῦτα πρὸς τοὺς μετὰ ὑποκρίσεως θεοσεβεῖν προσποιουμένους ἑξῆς ἐπιλέγει· καὶ ἀκουστὴν ποιήσει κύριος τὴν φωνὴν αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς πυρός. καὶ ἐπιλέγει· διὰ γὰρ τῆς φωνῆς κυρίου ἡττηθήσονται Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς. Ἀσσυρίους δὲ ἐνταῦθα οὐ πάντως τὸ ἔθνος δηλοῖ, ἀλλὰ τοὺς ὁμοίως τοῖς Ἀσσυρίοις κατατυραννήσαντας κἀκείνοις παραπλησίως τῇ κατὰ τῶν ἀνθρώπων δυναστείᾳ ὑπερηφάνως κεχρημένους. οὕτω γοῦν καὶ παῖδες Ἑβραίων ἐν τοῖς πρὸς αὐτοὺς διαλόγοις νοεῖν παραδεδώκασι σημαίνεσθαι φήσαντες ἀπὸ τῆς ἑρμηνείας τῶν Ἀσσυρίων τοὺς εὐθηνουμένους καὶ κατευοδουμένους, οὓς ὁ παρὼν λόγος κολασθήσεσθαι κατὰ τὸν τῆς κρίσεως καιρὸν ὑπὸ τῆς ἐπαχθησομένης αὐτοῖς πληγῆς διδάσκει. Τότε φησὶν οἱ παίοντες αὐτοὺς καὶ τύπτοντες τιμωροὶ δαίμονες κυκλόθεν αὐτοὺς περιστοιχισάμενοι τὰς τιμωρίας ἐπάξουσι. τίνες δέ εἰσιν οὗτοι, διασαφεῖ φάσκων· ὅθεν ἦν αὐτοῖς ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ' ἣν αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτόν. ἐλπὶς δὲ τοῖς ἀσεβέσι βοηθείας ἦν ἀπὸ τῶν θεῶν αὐτῶν τῶν ἀντικειμένων δηλαδὴ δυνάμεων καὶ τῶν πονηρῶν πνευμάτων. τούτοις γὰρ ὡς θεοῖς προσεῖχον καὶ τὴν ἐλπίδα τῆς βοηθείας ἐκ τούτων αὐτοῖς ἔσεσθαι ἤλπιζον οὐκ εἰδότες, ὅτι αὐτοὶ οὗτοι κολασταὶ αὐτῶν ἔσονται· «ἡ γὰρ ὀργὴ καὶ ὁ θυμὸς» κατὰ τῶν ἀσεβῶν ἀποστελλόμενος «δι' ἀγγέλων» γενήσεται «πονηρῶν», οἳ καὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτοὺς ἅτε ἐπιχαιρεσίκακοί τινες ὄντες. οὕτω καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες»· πολεμήσουσιν οὖν τοὺς ἀσεβεῖς οἱ προλεχθέντες ἐκ μεταβολῆς· ἀντὶ γὰρ φίλων ἐχθροὶ καταστήσονται. Τότε δὲ καὶ ἀπαιτηθήσονται εἰσπραττόμενοι πάντα ὅσα ἥμαρτον. ταῦτα δέ φησι σὲ περιμένει τὸν πάλαι τρυφηλὸν καὶ ὑπερήφανον· εἰ μὴ ἄρα σαυτὸν ἀπατῶν προσδοκᾷς, ὅτι καὶ σοὶ βασιλεύειν ἡτοιμάσθη ὁμοίως τοῖς «τὴν στενὴν καὶ τεθλιμμένην» ὁδεύσασι καὶ «πτωχοῖς» διὰ θεὸν γενομένοις καὶ «δεδιωγμένοις ἕνεκεν δικαιοσύνης»· πᾶσι γὰρ ἐκείνοις «ἡτοίμασται ἡ βασιλεία», ἀλλ' οὐ καὶ σοὶ τῷ «τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν» πεπορευομένῳ. διὸ παρεσκεύασταί σοι ἡ προδηλωθεῖσα φάραγξ βαθεῖα «τοῦ σύραντος ὕδατος» μεστὴ ξύλων καὶ πυρὸς ὑποκαομένου ὡς πᾶσαν τὴν φάραγγα μηδενὸς ἑτέρου πεπληρῶσθαι ἢ θυμοῦ καὶ ὀργῆς θεῖον καὶ πῦρ ὑποκαούσης εἰς τὴν τῶν αὐτόθι κατακριθησομένων κόλασιν. τοσαῦτα διὰ μέσου εἰπὼν ἐπαναλαμβάνει τὴν πρὸς τοὺς καταπεφευγότας εἰς Αἴγυπτον προφητείαν. καὶ ἐπιφέρει τὰ λεγόμενα. 2.1 Ἐν τῇ περὶ τῶν εἰς Αἴγυπτον