137
παρελθοῦσιν ὑπέμεινα διὰ τοῦτο· ἀλλ' ὅμως οὐκ ἐκείνοις ἰσχυρίζομαι μόνοις, ἀλλὰ καὶ περὶ τῶν μελλόντων ὑπισχνοῦμαι, ὅτι αἱροῦμαι μᾶλλον ἀποθανεῖν λιμῷ, ἢ τούτων ἀποστερηθῆναι τῶν στεφάνων. Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, φησὶν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Οὐκ εἶπεν, Ἢ τὸν νόμον μου ἵνα τις καταλύσῃ, ἀλλὰ, Τὸ καύχημα. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ποιεῖ μὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνώμενος, τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων καὶ τὴν περιουσίαν τῆς προθυμίας, καὶ καύχημα τὸ πρᾶγμα καλεῖ. Τοσοῦτον ἀπεῖχεν ὀδυνᾶσθαι, ὅτι καὶ καυχᾶται καὶ ἀποθανεῖν αἱρεῖται μᾶλλον, ἢ ἐκπεσεῖν τοῦ καυχήματος τούτου. Οὕτω καὶ ζωῆς αὐτῷ γλυκύτερον ἦν τὸ γινόμενον. βʹ. Εἶτα καὶ ἑτέρωθεν ἐπαίρει αὐτὸ, καὶ δείκνυσι μέγα ὂν, οὐχ ἵνα ἑαυτὸν λαμπρὸν ἀποφήνῃ· πόῤῥω γὰρ οὗτος ἐκείνου τοῦ πάθους· ἀλλ' ἵνα δείξῃ ὅτι χαίρει, καὶ τὴν ὑποψίαν ἐκ περιουσίας ἀνέλῃ. ∆ιὰ γὰρ τοῦτο, ὡς ἔφθην εἰπὼν, καὶ καύχημα αὐτὸ ἐκάλεσε. Καὶ τί φησιν; Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δὲ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι! Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. Τί λέγεις, εἰπέ μοι; ἐὰν εὐαγγελίζῃ, οὐκ ἔστι σοι καύχημα, ἀλλ' ἐὰν ἀδάπανον θῇς τὸ εὐαγγέλιον; οὐκοῦν τοῦτο μεῖζον ἐκείνου; Οὐδαμῶς· ἀλλ' ἑτέρωθεν ἔχει τι πλέον· ὅτι τὸ μέν ἐστιν ἐπίταγμα, τὸ δὲ τῆς ἐμῆς προαιρέσεως κατόρθωμα. Ἃ μὲν γὰρ ὑπὲρ τὴν ἐντολὴν γίνεται, πολὺν ἔχει τὸν μισθὸν κατὰ τοῦτο· ἃ δὲ ἐν ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησι, τοῦτο ἐκείνου πλέον εἶναι, οὐ κατ' αὐτὴν τοῦ πράγματος τὴν φύσιν. Τί γὰρ τοῦ κηρῦξαι ἴσον; Τοῦτο γὰρ καὶ πρὸς τοὺς ἀγγέλους αὐτοὺς ἁμιλλᾶσθαι 61.183 ποιεῖ· ἀλλ' ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά ἐστι καὶ ὀφειλὴ, τὸ δὲ προαιρέσεως φιλοτιμία, κατὰ τοῦτο ἐκείνου πλέον. ∆ιό φησι, τὸ αὐτὸ ἑρμηνεύων, ὅπερ εἶπον νῦν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι· τὸ Ἑκών καὶ Ἄκων ἐπὶ τοῦ ἐγκεχειρίσθαι καὶ μὴ ἐγκεχειρίσθαι λαμβάνων. Οὕτω καὶ τὸ, Ἀνάγκη γάρ μοι ἐπίκειται, νοητέον, οὐχ ὡς ἄκοντός τι τούτων ποιοῦντος, μὴ γένοιτο· ἀλλ' ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι, καὶ πρὸς τὴν ἀντιδιαστολὴν τῆς ἐλευθερίας τῆς ἐν τῷ λαμβάνειν εἰρημένης. ∆ιὸ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον. Τί οὖν, εἰπέ μοι, Πέτρος οὐκ ἔχει μισθόν; καὶ τίς ἂν σχοίη ποτὲ τοσοῦτον ὅσον ἐκεῖνος; τί δὲ οἱ λοιποὶ ἀπόστολοι; πῶς οὖν εἶπεν, Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι; Ὁρᾷς κἀνταῦθα τὴν σύνεσιν; Οὐδὲ γὰρ εἶπεν, Εἰ δὲ ἄκων, οὐκ ἔχω μισθὸν, ἀλλ', Οἰκονομίαν πεπίστευμαι· δεικνὺς ὅτι καὶ οὕτως ἔχει μισθὸν, ἀλλὰ τοιοῦτον, οἷον ὁ τὸ ἐπιταχθὲν ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ὁ ἐκ τῶν ἑαυτοῦ φιλοτιμησάμενος καὶ ὑπερβὰς τὸ ἐπίταγμα. Τίς οὖν ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον, φησὶ, θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαί με τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. Ὁρᾷς πῶς διόλου τῷ ὀνόματι τῆς ἐξουσίας κέχρηται, δεικνὺς τοῦτο, ὃ συνεχῶς εἶπον, ὅτι οὐδὲ οἱ λαμβάνοντες ἐγκλημάτων ἄξιοι; Προσέθηκε δὲ, Τῷ εὐαγγελίῳ, ὁμοῦ μὲν τὸ εὐαγγέλιον δηλῶν, ὁμοῦ δὲ κωλύων πανταχοῦ τὸ πρᾶγμα ἐξάγειν. Τὸν γὰρ διδάσκοντα χρὴ λαμβάνειν, οὐχὶ δὲ καὶ τὸν ἀργοῦντα ἁπλῶς. Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. Πάλιν ἐνταῦθα ἄλλην τίθησιν ὑπερβολήν. Μέγα μὲν γὰρ καὶ τὸ μὴ λαβεῖν· τοῦτο δὲ, ὃ μέλλει λέγειν, πολλῷ πλέον ἐκείνου. Τί δέ ἐστιν ὅ φησιν; Οὐ μόνον οὐκ ἔλαβον, φησὶν, οὐδὲ μόνον οὐκ ἐχρησάμην τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ καὶ ἐδούλωσα ἐμαυτὸν, καὶ δουλείαν ποικίλην καὶ παντοδαπήν. Οὐδὲ γὰρ ἐν χρήμασι μόνον, ἀλλ' ὃ πολλῷ χρημάτων μεῖζον ἦν, ἐν πράγμασι πολλοῖς καὶ