143
ἐχρήσατο ἐν τοῖς ἔμπροσθεν, πάλιν κατέχει τὴν ἐπιτίμησιν, τῷ τέλει τοῦ λόγου τηρῶν τὴν βα 61.190 θεῖαν τομήν. Ἐνταῦθα μὲν γάρ φησιν, ὅτι εἰκῆ καὶ μάτην ποιοῦσιν· ὕστερον δὲ δείκνυσιν, ὅτι, καὶ ἐπ' ὀλέθρῳ πολλῷ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ὅτι καὶ χωρὶς τῆς βλάβης τῶν ἀδελφῶν, οὐδὲ αὐτοὶ ἀνεύθυνοι ταῦτα τολμῶντες. Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυμίας γαστρὸς κατεχομένους καὶ ἀνιέντας αὐτῇ τὰς ἡνίας, καὶ προσχήματι τελειότητος τὴν γαστριμαργίαν τὴν ἑαυτῶν πληροῦντας· ὃ καὶ ἄνωθεν ὤδινεν εἰπεῖν, ὅτε ἔλεγε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἐπειδὴ γὰρ καὶ πορνείαν τρυφὴ ποιεῖ, καὶ εἰδωλολατρείαν τοῦτο ἔτεκε, εἰκότως πολλαχοῦ καθικνεῖται τοῦ νοσήματος· καὶ δεικνὺς ὅσα ἔπαθε διὰ τὸ εὐαγγέλιον, καὶ τοῦτο μετ' ἐκείνων τίθησιν. Ὥσπερ γὰρ, φησὶν, ὑπερέβην τὰ προστάγματα, καὶ ταῦτα οὐ κούφου μοι τοῦ πράγματος ὄντος· καὶ γὰρ, Πάντα στέγομεν, φησίν· οὕτω καὶ ἐνταῦθα πολὺν ὑπομένω πόνον, ὥστε σωφρόνως ζῇν. Εἰ γὰρ καὶ δυσένδοτος ἡ ἐπιθυμία καὶ ἡ τῆς γαστρὸς τυραννὶς, ἀλλ' ὅμως αὐτὴν χαλινῶ, καὶ οὐκ ἐνδίδωμι ἐμαυτὸν τῷ πάθει, ἀλλὰ πάντα ὑπομένω πόνον, ὥστε μὴ παρασυρῆναι. βʹ. Μὴ γὰρ δὴ νομίσητε ἀπραγμόνως με ταῦτα κατορθοῦν. Καὶ γὰρ δρόμος ἐστὶ καὶ παγκράτιον καὶ φύσεως τυραννὶς, κατεξανισταμένη συνεχῶς καὶ ἐλευθεριάζειν βουλομένη· ἀλλ' οὐκ ἀνέχομαι, ἀλλὰ καταστέλλω καὶ ὑποτάττω μετὰ πολλῶν τῶν ἱδρώτων αὐτήν. Ταῦτα δὲ λέγει, ἵνα μηδεὶς ἀπογινώσκῃ τῶν ὑπὲρ ἀρετῆς ἀγώνων, ἐπειδὴ τὸ πρᾶγμα ἐπίπονον· διό φησιν, Ὑπωπιάζω καὶ δουλαγωγῶ. Οὐκ εἶπεν, Ἀναιρῶ, οὐδὲ, Κολάζω· οὐδὲ γὰρ ἐχθρὰ ἡ σάρξ· ἀλλ', Ὑπωπιάζω καὶ δουλαγωγῶ, ὃ δεσπότου ἐστὶν, οὐ πολεμίου· διδασκάλου, οὐκ ἐχθροῦ· παιδοτρίβου, οὐκ ἐναντίου. Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ δὲ Παῦλος τοῦτο δέδοικεν ὁ τοσούτους διδάξας, καὶ δέδοικε μετὰ τὸ κηρῦξαι καὶ γενέσθαι ἄγγελος, καὶ τῆς οἰκουμένης τὴν προστασίαν δέξασθαι, τί ἂν εἴποιμεν ἡμεῖς; Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἐπειδὴ ἐπιστεύσατε, ὅτι ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ὑμῖν. Εἰ γὰρ ἐμοὶ τὸ κηρῦξαι, τὸ διδάξαι, τὸ μυρίους προσαγαγεῖν, οὐκ ἀρκεῖ εἰς σωτηρίαν, εἰ μὴ καὶ τὰ κατ' ἐμαυτὸν παρασχοίμην ἄληπτα, πολλῷ μᾶλλον ὑμῖν. Εἶτα ἐφ' ἕτερα ὑποδείγματα ἔρχεται πάλιν· καὶ ὥσπερ ἀνωτέρω τὰ τῶν ἀποστόλων, καὶ τὰ τῆς κοινῆς συνηθείας, καὶ τὰ τῶν ἱερέων καὶ τὰ ἑαυτοῦ τέθεικεν· οὕτω καὶ ἐνταῦθα τὰ τῶν Ὀλυμπιακῶν ἀγώνων. Καὶ τὰ παρ' ἑαυτοῦ θεὶς, πάλιν ἐπὶ τὰς τῆς Παλαιᾶς πρόεισιν ἱστορίας. Καὶ ἐπειδὴ μέλλει φορτικώτερον ποιεῖν τὸν λόγον, κοινὴν ποιεῖται τὴν παραίνεσιν, καὶ οὐ περὶ τῶν προκειμένων μόνον, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς τῶν παρὰ Κορινθίοις νοσημάτων διαλέγεται. Καὶ ἐπὶ μὲν τῶν ἔξωθεν ἀγώνων· Οὐκ οἴδατε, φησίν· ἐνταῦθα δὲ, Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευμένοι. Καὶ τί τοῦτό ἐστιν, ὅπερ οὐ θέλεις ἡμᾶς ἀγνοεῖν; Ὅτι οἱ πατέρες ἡμῶν πάντες, φησὶν, ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον (ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέ 61.191 τρα ἦν ὁ Χριστός)· ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεός. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα λέγει; Ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκείνους οὐκ ὤνησε τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους τὸ βαπτίσματος τυχεῖν καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον. ∆ιὸ καὶ τοὺς τοῦ βαπτίσματος, καὶ τοὺς τῶν μυστηρίων παράγει τύπους. Τί δέ ἐστιν, Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν μυστηρίων κοινωνήσοντες· Βαπτιζόμεθα γὰρ, φησὶν, ὑπὲρ τῶν νεκρῶν, τουτέστι, τῶν σωμάτων τῶν ἡμετέρων· οὕτω κἀκεῖνοι θαῤῥήσαντες τῷ