144
ἐποίουν· ἀλλὰ τὸν νόμον τηροῦντες, καὶ αὐτοὺς ἔτι διαβαστάζοντες. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ Κύπριοι καὶ Κυρηναῖοι. Οὗτοι μάλιστα οὐκ ἐφρόντιζον Ἰουδαίων. Οἵτινες ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Ἴσως διὰ τὸ μὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλλνας αὐτοὺς ἐκάλουν. Παραγενόμενος δὲ, φησὶ, Βαρνάβας, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ (οὐχὶ τὴν σπουδὴν τῶν ἀνθρώπων), παρεκάλει αὐτοὺς προσμένειν τῷ Κυρίῳ. Τάχα τῷ ἐπαινεῖν τὸν ὄχλον καὶ ἀποδέχεσθαι, τούτῳ πλείους ἐπέστρεψε. Καὶ διὰ τί μὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν πέμπουσιν; Οὔπω τοῦ ἀνδρὸς ᾔδεσαν τὴν ἀρετήν· διὸ καὶ μόνον οἰκονομεῖται Βαρνάβαν παραγενέσθαι. Ἐπεὶ δὲ καὶ πλῆθος ἦν, καὶ οὐδεὶς ὁ κωλύων, εἰκότως ἐβλάστησεν ἡ πίστις, καὶ μάλιστα, ὅτι οὐδένα ἐνταῦθα ὑπέμειναν πειρασμὸν, καὶ ὅτι Παῦλος κηρύττει, καὶ οὐκ ἔτι ἀναγκάζεται φεύγειν. Καλῶς δὲ οὐκ αὐτοὶ περὶ τοῦ λιμοῦ λέγουσιν, ἀλλ' οἱ προφῆται, ἵνα μὴ φορτικοί τινες δόξωσι. Καὶ θαυμάζειν ἄξιον, πῶς οὐκ ἠγανάκτησαν ὡς ὑπεροφθέντες Ἀντιοχεῖς, ἀλλ' ἀρκοῦνται τοῖς διδασκάλοις· οὕτω πάντες ἔζεον πρὸς τὸν λόγον. Οἳ καὶ οὐδὲ περιέμειναν γενέσθαι τὸν λιμὸν, ἀλλὰ πρὸ τούτου ἔπεμψαν, Καθὼς ηὐπορεῖτό τις. 60.195 γʹ. Καὶ ὅρα, ὅτι ἐν μὲν τοῖς ἀποστόλοις ἕτεροι τοῦ ἐπιτρέπονται· ἐνταῦθα δὲ Παῦλος καὶ Βαρνάβας. Οὐ μικρὰ δὲ καὶ τοῦτο οἰκονομία ἦν ἄλλως δὲ καὶ ἀρχὴ ἦν, καὶ τέως οὐκ ἔδει σκανδαλισθῆναι. Ἀλλὰ νῦν οὐδεὶς τοῦτο ποιεῖ, καίτοι λιμός ἐστι χαλεπώτερος ἐκείνου. Οὐ γάρ ἐστιν ἴσον κοινῇ φέρειν τὴν συμφορὰν, καὶ πάντων ἐν ἀφθονίᾳ ὄντων, τοὺς πενεστέρους εἶναι ἐν λιμῷ. Τότε μόνον λιμὸς ἦν, καὶ οἱ δεδωκότες πένητες (Καθὼς ηὐπορεῖτο γάρ τις αὐτῶν, φησί)· νῦν δὲ λιμὸς διπλοῦς, καθάπερ ἡ ἀφθονία διπλῆ, λιμὸς χαλεπὸς, λιμὸς οὐ τοῦ λόγον ἀκοῦσαι Κυρίου, ἀλλὰ τοῦ τραφῆναι δι' ἐλεημοσύνης. Τότε καὶ οἱ ἐν Ἰουδαίᾳ πένητες ἀπέλαυσαν, καὶ οἱ ἐν Ἀντιοχείᾳ δόντες τὰ χρήματα, καὶ οὗτοι μᾶλλον ἐκείνων· νυνὶ δὲ καὶ ἡμεῖς καὶ οἱ πένητες ἐν λιμῷ· οἱ μὲν τῆς ἀναγκαίας ἀποροῦντες τροφῆς, ἡμεῖς δὲ ἐν σπάνει τοῦ ἐλέους ὄντες τοῦ Θεοῦ. Ταύτης δὲ τῆς τροφῆς οὐδὲν ἀναγκαιότερον γένοιτ' ἄν. Οὐκ ἔστιν ὑποστῆναι τὰ ἀπὸ τῆς πλησμονῆς κακά· οὐκ ἔστιν εἰς ἀφεδρῶνα προχωρῆσαι τὸ πλέον ταύτης τῆς τροφῆς. Οὐδὲν ὡραιότερον, οὐδὲν ὑγιεινότερον ψυχῆς οὕτω τρεφομένης· πάσης ἀνωτέρα ἕστηκε νόσου, παντὸς λιμοῦ, πάσης ἀνωμαλίας καὶ δυσκρασίας· οὐδεὶς αὐτὴν δυνήσεται ἑλεῖν· ἀλλὰ καθάπερ ἀδαμάντινον σῶμα οὐ σίδηρος πλῆξαι δύναται, οὐκ ἄλλο οὐδὲν, οὕτω καὶ ψυχὴν ἀπὸ ἐλεημοσύνης συμπεπηγυῖαν οὐδὲν ὅλως δυνήσεται ἑλεῖν. Τί γὰρ, εἰπέ μοι, ταύτην χειρώσεταί ποτε; πενία; Οὐκ ἔστιν· ἐν γὰρ τοῖς βασιλικοῖς ἀπόκειται ταμείοις. Ἀλλὰ λῃστὴς καὶ τοιχωρύχος; Ἀλλ' ἐκείνους οὐδεὶς διορύξαι τοὺς τοίχους οἷός τε. Ἀλλὰ σκώληξ; Ἀλλὰ καὶ ταύτης ἀνώτερος τῆς λύμης οὗτος ὁ θησαυρός. Ἀλλὰ βασκανία καὶ φθόνος; Ἀλλ' οὐδὲ τούτοις ἁλίσκεται. Ἀλλὰ συκοφαντίαι καὶ ἐπιβουλαί; Οὐδὲ τοῦτο· ἄσυλος γὰρ ὁ θησαυρός. Ἀλλ' αἰσχρὸν εἰ ταῦτα ἐπιδείξω μόνα τῇ ἐλεημοσύνῃ προσόντα, οὐχὶ δὲ καὶ τἀναντία. Οὐ γὰρ δὴ βασκανίας ἀπήλλακται μόνον, ἀλλὰ καὶ εὐλογίας ἀπολαύει πολλῆς καὶ παρὰ τῶν οὐκ εὖ πεπονθόντων. Ὥσπερ γὰρ οἱ ὠμοὶ καὶ ἀπηνεῖς οὐ τοὺς ἠδικημένους ἔχουσιν ἐχθροὺς μόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας συναλγοῦντας αὐτοῖς καὶ κατηγοροῦντας· οὕτως οἱ μεγάλα ἐργασάμενοι καλὰ οὐχὶ τοὺς εὖ πεπονθότας μόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας ἔχουσιν ἐπαινέτας. Τί λέγω βασκανίας; Καὶ ἐπιβουλευόντων ἀπήλλακται καὶ λῃστῶν καὶ τοιχωρύχων. Οὐ τοῦτο ἔχει μόνον τὸ καλὸν, ἀλλ' ἔτι πρὸς τῷ μὴ ἐλαττοῦσθαι καὶ αὔξεται καὶ εἰς πλῆθος ἐπιδίδωσι. Τί τοῦ Ναβουχοδονόσορ γέγονεν αἰσχρότερον; τί δυσειδέστερον; τί παρανομώτερον; Ἀσεβὴς ὁ ἄνθρωπος ἦν, μυρία τεκμήρια καὶ σημεῖα εἶδε, καὶ οὐκ ἠθέλησεν ἀνενεγκεῖν, ἀλλὰ τοὺς τοῦ Θεοῦ δούλους εἰς κάμινον ἐνέβαλεν, εἰ καὶ μετὰ ταῦτα προσεκύνησε. Τί οὖν ὁ προφήτης; Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις λύτρωσον, καὶ τὰς ἀνομίας σου ἐν