βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
κατὰ Βαβυλωνίων, τούτου χάριν πορευόμενοι καὶ διανα παῦσαι λέγονται τὸν θυμὸν Κυρίου· ἐπεὶ γὰρ σκληροὶ γεγόνασι κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας Κύρου τοῦ Πέρσου. Τὸ δὲ καὶ τοὺς λευκοὺς ἵππους, τουτέστι τοὺς Μακεδόνας "κατόπισθεν τῶν μελάνων πορεύεσθαι" σημαίνει, ὡς καὶ οἱ Μακεδόνες τὴν Περσῶν βασιλείαν χειρώ σονται· τὸ δὲ τοὺς ψαροὺς ἐπὶ νότον ἔρχεσθαι, δῆλοι ὡς ἔμελλον οἱ Ῥωμαῖοι στρατεύειν κατὰ τῆς Ἰερουσαλήμ· ἐν γὰρ τῷ νότῳ ἡ πόλις κεῖται, τὸ δὲ προσταχθέντας 325 αὐτοὺς "περιοδεῦσαι τὴν γῆν," διδάσκει πάλιν ὡς διὰ τοῦ Θεοῦ πᾶσα βασιλεία συνίσταται.
ΡΚΘʹ. Περὶ ἀριθμῶν χρόνων ἀπὸ Ἀδὰμ μέχρι Ἀλεξάνδρου καὶ τῶν καθεξῆς βασιλευσάν των. Γίνονται οὖν ἀπὸ (μὲν) τοῦ Ἀδὰμ ἕως τῆς ἐσχάτης ἁλώσεως Ἱερουσαλὴμ ἔτη #22εφοεʹ, ἀπὸ δὲ τῆς αʹ οἰκοδομῆς τοῦ Σολομοντίου ναοῦ καὶ τῆς πόλεως ἔτη #22απηʹ, ἀπὸ δὲ τῆς βʹ οἰκοδομῆς ἔτη 110.508 φβʹ, ἀπὸ δὲ τῆς κατὰ Ἀντίοχον πολιορκίας σμηʹ, ἀπὸ δὲ τῆς ἀναλήψεως τοῦ Χριστοῦ μβʹ. ̣2 ̣ Ὁ τοίνυν πολυμαθὴς Εὐσέβιος ἐν τοῖς χρονικοῖς κανόσι περὶ τῶν Ἀντιόχων καὶ Σελεύκων καὶ Πτολεμαίων καὶ τῶν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησαμένων ἀρχιερέων διεξιὼν ἐν ἐπιτομῇ τοιάδε φησίν· "Ὁ οὖν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, ἕκτον ἄγων ἔτος τῆς βασι λείας, ∆αρεῖον τὸν Ἀρσάμου χειρωσάμενος, καθεῖλε τὴν Περσῶν βασιλείαν διαρκέσασαν ἀπὸ Κύρου μέχρι ∆αρείου ἔτη σνβʹ. Τῆς δὲ τῶν Μα κεδόνων βασιλείας κατασχούσης ἀπὸ Κραναοῦ ἕως Ἀλεξάνδρου ἔτη φιηʹ καὶ τούτου τελευτήσαντος ἐν Βαβυλῶνι, διαδέχεται τὴν ἀρχὴν τῆς Μακεδονίας Φίλιππος, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου, τῆς δὲ Συρίας Σέλευ κος." ̣3 ̣ Καὶ οἱ μὲν τῆς Συρίας βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οὗτοι· Σέλευκος ὁ Νικάνωρ, Ἀντίοχος ὁ ἐπικληθεὶς Σωτὴρ, Ἀντίοχος ὁ Νόθος, Σέλευκος ὁ Καλλίνικος, Σέλευκος Ἀλέξανδρος, Ἀντίοχος ὁ Ἐπιφανὴς, ὁ Κεραυνὸς, Ἀντίοχος ὁ Μέγας, Σέλευκος ὁ Φιλοπάτωρ, Ἀντίοχος, ὃς Ὀνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων 326 παύσας τῆς ἱερωσύνης ὡρμήθη μεταστῆσαι τὸ πᾶν ἔθνος τῆς πατρῴου θρησκείας, καὶ τὸ μὲν ἱερὸν μιάνας, Ὀλυμπίου ναὸν προσηγόρευσε, τῷ δὲ ἔθνει κολά σεις ἀνηκέστους ἐπαγαγὼν, ἑλληνίζειν ἠνάγκα ζεν· ἐφ' οὗ καὶ οἱ Μακκαβαῖοι ἐμαρτύρησαν· τὸ δὲ ἱερὸν ἔτεσι τρισὶ μολυνθὲν Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος, καθάρας τῶν ἀσεβειῶν τὴν χώραν, ἀνενεώσατο. Εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐπά τωρ, ∆ημήτριος Σέλευκος, Ἀλέξανδρος ὁ τοῦ Βαλᾶ, ∆ημήτριος ὁ Νικάνωρ, Ἀντίοχος καὶ Τρύφων, Πτολεμαῖος, Ἀντίοχος ὁ Σιδήτης, Ἀντίοχος ὁ Γρυπὸς, Ἀντίοχος ὁ Κυζικηνὸς, Σέλευκος ὁ τοῦ Γρυποῦ, ἐφ' οὗ Ἀντιόχεια ὑπὸ Ῥωμαίων ἥλω καὶ ἡ Συρίας ἀρχὴ κατελύθη διαρκέσασα ἔτη σνʹ. ̣4 ̣ Οἱ δὲ τῆς Αἰγύπτου βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οἴδε· Πτολεμαῖος ὁ Λάγου, ἐφ' οὗ Μένανδρος ὁ κωμῳδοποιὸς ἐγνωρίζετο καὶ Θεόφρα στος ὁ φιλόσοφος ̣88b, Πτολεμαῖος ὁ Φιλάδελφος, ἐφ' οὗ οἱ Ἑβραίων σοφοὶ τὸν νόμον ἡρμήνευ σαν, Πτολεμαῖος ὁ Εὐεργέτης, ἐφ' οὗ ὁ τὴν παν άρετον Σοφίαν συντάξας Ἑβραίοις Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, Πτολεμαῖος ὁ Φιλοπάτωρ (ὁ υἱὸς αὐτοῦ), ἐφ' οὗ ὁ τῶν Ἑβραίων λαὸς αἰχμάλωτος ἀχθεὶς ἐν Αἰγύπτῳ τοιοῦτόν τι πέπονθε· προστάξας γὰρ οὗτος τοῖς ἑαυτοῦ ὑπασπισταῖς ἐλέφαντας φʹ 110.509 εὐτρεπίσαι, καὶ τούτους ποτίσαι οἶνον λιβανωτὸν, ἵνα μεθυσθέντες τοὺς Ἰουδαίους ἀποκτείνωσιν, τῶν δὲ προσευξαμένων, οἱ ἐλέφαντες εἰς τοὺς ἑαυ τοῦ στρατιώτας καὶ δήμους ἐξορμήσαντες, πο λὺν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ διέφθειραν· καὶ οὕτω παραδόξως οἱ Ἰουδαῖοι περισωθέντες, ἀβλαβεῖς ἀπελύθησαν εἰς τὰ ἴδια, τῷ εὐεργέτῃ Θεῷ εὐχαριστοῦντες. Εἶτα βασιλεύει Πτολεμαῖος ὁ Ἐπι φανὴς, υἱὸς αὐτοῦ, Πτολεμαῖος ὁ Φιλομήτωρ, υἱὸς αὐτοῦ, Πτολεμαῖος ὁ βʹ Εὐεργέτης, ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος ὁ Φύσκων, Πτολεμαῖος ὁ (καὶ) Ἀλέξανδρος, Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος 327 ὁ ∆ιονύσιος, Κλεοπάτρα, ἡ θυγάτηρ αὐτοῦ, ἣν Αὔγουστος ἀνελὼν ἐν ἔτει ιδʹ ἑαυτοῦ βασιλείας, ἐκράτησε τῆς Αἰγύπτου, καθελὼν τὴν