149
εἰς αὐτὸ τοῦτο πολλοί. Καὶ πόθεν δῆλον, ὅτι οὗτοί 60.573 εἰσιν ἐκεῖνοι οἱ ἀποσταλέντες; Τότε λοιπὸν εἰσάγει τὸν προφήτην λέγοντα· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Ὁρᾷς πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος δείκνυσι τοὺς κήρυκας; Οὐδὲν γὰρ ἄλλο περιῄεσαν οὗτοι πανταχόθεν λέγοντες, ἀλλ' ἢ τὰ ἀγαθὰ ἐκεῖνα τὰ ἀπόῤῥητα καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γεγενημένην εἰρήνην. Ὥστε ἀπιστοῦντες. οὐχ ἡμῖν ἀπιστεῖτε, φησὶν, ἀλλὰ τῷ Ἡσαΐᾳ τῷ πρὸ πολλῶν ἐτῶν εἰπόντι, ὅτι καὶ ἀποσταλησόμεθα καὶ κηρύξομεν καὶ ἐροῦμεν ὅπερ εἰρήκαμεν. Εἰ τοίνυν τὸ μὲν σωθῆναι ἐκ τοῦ ἐπικαλέσασθαι ἦν, τὸ δὲ ἐπικαλέσασθαι ἐκ τοῦ πιστεῦσαι, τὸ δὲ πιστεῦσαι ἐκ τοῦ ἀκοῦσαι, τὸ δὲ ἀκοῦσαι ἐκ τοῦ κηρῦξαι, τὸ δὲ κηρῦξαι ἐκ τοῦ ἀποσταλῆναι, ἀπεστάλησαν δὲ καὶ ἐκήρυξαν, καὶ μετ' αὐτῶν ὁ προφήτης περιῄει δεικνὺς αὐτοὺς καὶ ἀνακηρύττων καὶ λέγων, ὅτι Οὗτοί εἰσιν, οὓς πρὸ πολλῶν ἄνωθεν ἐδήλουν χρόνων, ὧν καὶ τοὺς πόδας ἐνεκωμίαζον διὰ τὸν τοῦ κηρύγματος τρόπον· εὔδηλον, ὅτι τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνον· καὶ γὰρ τὰ παρὰ Θεοῦ πάντα ἀπήρτισται. Ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ. Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Ἐπειδὴ πάλιν ἑτέραν ἐπήγοντο ἀντίθεσιν λέγοντες, ὅτι Καὶ μὴν εἰ ἦσαν οὗτοι οἱ ἀπεσταλμένοι καὶ παρὰ τοῦ Θεοῦ πεμφθέντες, ἔδει πάντας ὑπακοῦσαι· σκόπει τοῦ Παύλου τὴν σύνεσιν, πῶς αὐτὸ τοῦτο, ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὂν ἀναιρετικόν. Τί γάρ σε σκανδαλίζει, φησὶν, ὦ Ἰουδαῖε, μετὰ τοσαύτην καὶ τηλικαύτην μαρτυρίαν καὶ πραγμάτων ἀπόδειξιν, ὅτι οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ; Τοῦτο μὲν οὖν αὐτὸ μετὰ τῶν ἄλλων ἱκανόν σε πιστώσασθαι ὑπὲρ τῶν εἰρημένων, τὸ μὴ πάντας ὑπακούειν· καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης. Καὶ σκόπει τὴν ἄφατον σοφίαν, πῶς πλέον δείκνυσιν, ἢ προσεδόκων ἐκεῖνοι καὶ ἤλπιζον ἀντερεῖν. Τί γάρ φατε, φησίν; ὅτι οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ; Ἀλλὰ καὶ τοῦτο ἄνωθεν προεῖπεν Ἡσαΐας· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πολλῷ τούτου πλέον. Ὑμεῖς μὲν γὰρ ἐγκαλεῖτε διὰ τί μὴ πάντες ὑπήκουσαν· ὁ δὲ Ἡσαΐας πλέον τούτου λέγει. Τί γάρ φησι; Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Εἶτα, ἐπειδὴ τὸν θόρυβον τοῦτον ἐξεῖλε παρεμβαλὼν τὸν προφήτην, πάλιν ἔχεται τῆς προτέρας ἀκολουθίας. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐπικαλέσασθαι ἔδει, τοὺς δὲ ἐπικαλουμένους πιστεῦσαι, τοὺς πιστεύοντας ἀκοῦσαι πρῶτον, τοὺς δὲ μέλλοντας ἀκούσασθαι τοὺς κηρύσσοντας ἔχειν, τοὺς δὲ κηρύσσοντας ἀπεστάλθαι, καὶ ἔδειξεν ὅτι ἀπεστάλησαν καὶ ὅτι ἐκήρυξαν· ἑτέραν πάλιν εἰσάγειν μέλλων ἀντίθεσιν, ἀφορμὴν λαβὼν πρότερον ἀπὸ ἑτέρας μαρτυρίας τοῦ προφήτου, καθ' ἢν ἔλυσε τὴν μικρῷ πρὸ ταύτης ἀντίθεσιν, οὕτως αὐτὴν πλέκει καὶ συνείρει τοῖς προτέροις. Ἐπειδὴ γὰρ παρήγαγε τὸν προφήτην λέγοντα· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; εὐκαίρως τῆς μαρτυρίας ἐπιλαβόμενος, φησίν· Ἄρα ἡ πίστις ἐξ ἀκοῆς. Τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἐπειδὴ καθ' ἕκαστον καιρὸν σημεῖα ἐζήτουν Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως, καὶ πολλοὶ πρὸς ταῦτα κεχηνότες ἦσαν, φησὶν, ὅτι Καὶ μὴν ὁ προφήτης ἐπηγγείλατο, ὅτι ἐξ ἀκοῆς ἡμᾶς δεῖ πιστεῦσαι. ∆ιὸ πρότερον αὐτὸ κατασκευάζει, καί φησιν· Ἄρα ἡ πίστις ἐξ ἀκοῆς. Εἶτα, ἐπειδὴ ἐδόκει τοῦτο εὐτελὲς εἶναι, ὅρα πῶς αὐτὸ ἀνάγει. Οὐ γὰρ ἁπλῶς ἀκούειν εἶπον, φησὶν, οὐδ' ὅτι ἀνθρωπίνων δεῖ ῥημάτων ἀκοῦσαι καὶ πιστεῦσαι, ἀλλ' ἀκοὴν μεγάλην 60.574 λέγω· ἡ γὰρ ἀκοὴ διὰ ῥήματος τοῦ Θεοῦ. Οὐ γὰρ τὰ αὑτῶν ἔλεγον, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ μανθάνοντες ἀπήγγελλον· ὃ σημείων ἐστὶν ὑψηλότερον. Τῷ γὰρ Θεῷ καὶ λέγοντι καὶ θαυματουργοῦντι ὁμοίως πιστεύειν καὶ πείθεσθαι δεῖ· ἐπεὶ καὶ τὰ ἔργα καὶ τὰ θαύματα ἀπὸ τῶν λόγων ἐστὶ τῶν ἐκείνου· καὶ γὰρ καὶ ὁ οὐρανὸς καὶ τὰ ἄλλα πάντα οὕτως ἔστη. βʹ. ∆είξας τοίνυν, ὅτι δεῖ πιστεῦσαι τοῖς προφήταις ἀεὶ τὰ τοῦ Θεοῦ λέγουσι, καὶ ἀκροάσεως μηδὲν πλέον ἐπιζητῆσαι, ἐπάγει λοιπὸν τὴν