δευτέρου ἀορίστου καὶ μέλλοντος, καὶ κανονίζει αὐτὸν τοῦτον τὸν τρόπον· ὁ μέσος δεύτερος ἀόριστος, τοῦ δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλιτι κὴν ἔκτασιν ἀποβάλλων, τὸ προστακτικὸν ποιεῖ τοῦ δευτέρου μέσου ἀορίστου καὶ μέλλοντος, οἷον ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύ γου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου, ἐγενό μην ἐγένου γένου· ταῦτα δέ, φημὶ <δὴ> τὰ προστακτικὰ τοῦ δευτέρου μέσου ἀορίστου, ὥς φησιν ὁ τεχνικός, παραλόγως οἱ Ἀττικοὶ περισπῶ σιν, οἷον τυποῦ γενοῦ νυγοῦ πυθοῦ λαβοῦ. Ταῦτα μὲν ἐν τούτοις. ∆εῖ δὲ ζητῆσαι, διατί ὁ μετ' ὀλίγον μέλλων οὐκ ἔχει προστακτικόν. Καὶ ἔστιν εἰπεῖν, ὅτι, ὡς δέδεικται, οἱ ἀόριστοι καὶ οἱ μέλλοντες ἐν τοῖς προστακτικοῖς συνεζευγμένοι εἰσίν, καὶ [οὐκ] ἐκ τῶν ἀορίστων γί νονται τὰ προστακτικὰ τοῦ ἀορίστου καὶ μέλλοντος· ἐπειδὴ οὖν οὐχ ὑπελείφθη ἄλλος ἀόριστος ὁ ὀφείλων παραληφθῆναι μετὰ τοῦ μετ' ὀλί γον μέλλοντος καὶ ἀποτελέσαι τὸ προστακτικὸν αὐτοῦ, τούτου χάριν οὐκ ἔσχε προστακτικόν. Τυπέσθω. ∆υϊκά· τύπεσθον, τυπέσθων. Πληθυντικά· τύ πεσθε, τυπέσθωσαν· εἴρηται. 256
Περὶ εὐκτικῶν. Ἐνταῦθα περὶ τῶν εὐκτικῶν διαλαμβάνει καὶ εἰκότως προτάττον ται τῶν ὑποτακτικῶν, εἴ γε τὰ μὲν εὐκτικὰ τέλειον λόγον ποιοῦσιν, τὰ δὲ ὑποτακτικὰ οὐ ποιοῦσι τέλειον λόγον. Ἐμάθομεν γάρ, ὅτι οὐδέποτε τέλειος λόγος γίνεται χωρὶς ἑνὸς τῶν τριῶν τούτων ῥημάτων, ὁριστι κοῦ φημὶ προστακτικοῦ καὶ εὐκτικοῦ, ἢ λεγομένου ἢ νοουμένου· καὶ λεγομένου μὲν ὁριστικοῦ, οἷον <εχ. γρ. Α 84> τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς, λεγομένου δὲ προστακτικοῦ, οἷον <Α 1> μῆνιν ἄειδε, θεά, καὶ <α 1> ἄνδρα μοι ἔννεπε, Μοῦσα, λεγομένου δὲ εὐκτικοῦ, ὡς ἐπὶ τοῦ <Α 42> τίσειαν ∆α ναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν, καὶ πάλιν <Γ 407> μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας <Ὄλυμπον>, νοουμένου δὲ <ὁρι στικοῦ>, ὡς ἐπὶ τοῦ <Μ 243> εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης, νοεῖται γὰρ τὸ ἐστίν, καὶ πάλιν <Β 4> οὐκ ἀγαθὸν πολυκοιρανίη, νοεῖται γὰρ τὸ ἐστίν. Ταῦτα μὲν ἐν τούτοις. ∆εῖ δὲ γινώσκειν, ὅτι φασί τινες, ὡς οὐκ ὤφειλον τὰ εὐκτικὰ ἔχειν παρῳχημένους, οὐδεὶς γὰρ περὶ τῶν παρελθόντων εὔχεται, ἀλλ' ἢ περὶ τῶν ὄντων, ἵνα μένωσιν, ἢ περὶ τῶν μελλόντων, ἵνα γένωνται· περὶ δὲ τῶν ἅπαξ παρελθόντων πῶς εὔχεταί τις; Καὶ λέγει ὁ Ἀπολ λώνιος <Synt. 251, 16> πιθανῶς ἐπιχειρῶν, ὅτι ἔστι καὶ περὶ παρελ θόντων εὐχή, κατασκευάζων οὕτως· θῶμέν τινα εἶναι ἐν Ἀθήναις ἔχοντα υἱόν, ὅστις τῶν Ὀλυμπίων τελουμένων ἔπεμψε τὸν ἴδιον υἱὸν ἐν Ἤλιδι ὀφείλοντα ἀγωνίσασθαι· ὁ δὲ ἀπελθὼν καὶ ἀγωνισάμενος νε νίκηκεν, καὶ μετὰ τὸ αὐτὸν ἀγωνίσασθαι καὶ νικῆσαι ἀγνοῶν ὁ πατὴρ ὅτι ἐνίκησεν εὔχεται λέγων νενικήκοι ὁ ἐμὸς παῖς, ἀντὶ τοῦ εἴθε ἀκούσαιμι ὅτι ὑπάρχει νενικηκὼς ὁ παῖς μου· καὶ ἰδού, φησίν, ἤδη παρελθούσης τῆς πράξεως, ἤγουν τῆς νίκης, εὔχεται λέγων νενικήκοι παρακειμένου καὶ ὑπερσυντελίκου, ὅπερ ἤδη ἐπράχθη. Τοῦτο δὲ πιθα νόν ἐστιν, ἀλλ' οὐ καταναγκαστικόν· ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ καὶ ἡ νίκη παρῆλθεν, ἀλλ' οὖν ὡς περὶ μέλλοντος ποιεῖται τὴν εὐχήν, ἠγνόει γὰρ ὅτι ἦν νικήσας ὁ υἱὸς αὐτοῦ. Ταῦτα μὲν ἐν τούτοις. ∆εῖ δὲ γινώσκειν, ὅτι μόνη ἡ ὁριστικὴ ἔγκλισις ἔχει τὴν σημασίαν τῶν χρόνων, ἐνεστῶτός φημι καὶ παρατατικοῦ καὶ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ ἀορίστου καὶ μέλλοντος· ἐνεστῶτος μέν, οἷον τύπτω, 257 παρατατικοῦ δέ, οἷον ἔτυπτον, παρακειμένου δέ, οἷον τέτυφα, ὑπερσυντελί κου δέ, οἷον ἐτετύφειν, ἀορίστου δέ, οἷον ἔτυψα, μέλλοντος δέ, οἷον τύψω· αἱ δὲ λοιπαὶ ἐγκλίσεις, λέγω δὴ ἡ ἀπαρέμφατος καὶ ἡ προστακτικὴ καὶ ἡ εὐκτικὴ καὶ ἡ ὑποτακτική, μέλλοντος καὶ μόνου ἔχουσι τὴν σημασίαν, καὶ οὔτε ἐνεστῶτος οὔτε παρῳχημένου. Ἐν γὰρ τῷ λέγειν θέλω τύπτειν, βού λομαι τετυφέναι τὸ μήπω τέως γενόμενον θέλω γενέσθαι· ὁμοίως καὶ τὸ τύπτοιμι εὐκτικὸν μέλλοντος ἔχει σημασίαν, τὸ γὰρ μήπω γενόμενον εὔχομαι γενέσθαι· ὡσαύτως τὸ τύπτε προστακτικὸν μέλλοντος ἔχει ση μασίαν, τὸ γὰρ μήπω γενόμενον προστάττομεν