ἐνύγην, τούτου χάριν ἐγένετο τὸ δεύτερον πρόσ ωπον προσθέσει τοῦ ˉς περιπατοίης, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν περιπατοίην τὸ πρῶτον· ὁ δὲ Ἡρωδιανὸς ἀλλοίως σχηματίζει αὐτὸ λέγων, ὅτι ἀπὸ τοῦ περιπατοῖμι γέγονε τροπῇ τῆς ˉμˉι εἰς ˉηˉν, καὶ ἐκ τούτου τὸ δεύτερον πρόσωπον περιπατοίης τροπῇ τοῦ ˉν εἰς ˉς, καὶ τὸ τρίτον περιπατοίη ἀποβολῇ τοῦ ˉς, ὥσπερ ἐτύφθην ἐτύφθης ἐτύφθη, ἐδάρην ἐδάρης ἐδάρη. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ τρέφοιν, ὡς παρ' Εὐριπίδῃ fr. 903 N2> ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλας, γέγονε τοῦτον τὸν τρόπον· ἔστι τρέφοιμι τρέφοις τρέφοι, καὶ κατὰ πλεονασμὸν τοῦ ˉη γέγονε τρεφοίη ἀττικῶς, ὡς περιπατοίη, καὶ προσθέσει τοῦ ˉς τὸ δεύτε ρον τρεφοίης, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν τὸ πρῶτον τρεφοίην, ὡς περιπατοίην, καὶ λοιπὸν ἀπὸ τοῦ τρεφοίην κατὰ συγκοπὴν τοῦ ˉη γέγονε τρέφοιν. 261 Οὐδὲ γὰρ δυνατὸν τὸ τρέφοιν ἀπὸ τοῦ τρέφοιμι λέγειν κατὰ ἀπο κοπὴν τοῦ ˉι καὶ τροπὴν τοῦ ˉμ εἰς ˉν· ὡς γάρ φησιν ὁ Ἀπολλώνιος ἐν τῷ Περὶ προθέσεων, οὐδέποτε ἀποκοπὴ εἰς ἀνεκφώνητον τέλος γίνεται, ἤγουν εἰς ὃ οὐ δύναται καταλήγειν ἡ λέξις· τὸ γὰρ ˉμ οὐκ ἔστι τελικὸν λέξεως, τὸ γὰρ Ἀδάμ βάρβαρόν ἐστι καὶ τὸ Ἀβραάμ, καὶ δηλονότι οὐ δύναται γενέσθαι ἀποκοπή. Ταῦτα μὲν ἐν τούτοις. ∆εῖ δὲ γινώσκειν, ὅτι πάντα τὰ εὐκτικά, εἴτε εἰς ˉμˉι λήγουσιν, εἴτε εἰς ˉμˉηˉν, εἴτε εἰς ˉηˉν καθαρόν, διφθόγγῳ θέλουσι παραλήγεσθαι τῇ μετὰ τοῦ ˉι, οἷον τύπτοιμι βοῷμι χρυσοῖμι πεποιῄμην τυπτοίμην τυψαίμην τυφθησοίμην τυφθείην νυγείην γνοίην δοίην δαρείην· καὶ φυλάττουσι τὴν δίφθογγον καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς δυϊκοῖς καὶ ἐν τοῖς πληθυντικοῖς, οἷον τύπτοιμι τύπτοις τύπτοι, δυϊκά, τύπτοιτον τυπτοίτην, πληθυντικά, τύπτοιμεν τύπτοιτε τύπτοιεν· τυπτοίμην τύπτοιο τύπτοιτο, δυϊκά, τυπτοίμεθον τύπτοισθον τυπτοίσθην, πληθυντικά, τυ πτοίμεθα τύπτοισθε τύπτοιντο· τυφθείην τυφθείης τυφθείη, δυϊκά, τυ φθείητον τυφθειήτην, πληθυντικά, τυφθείημεν τυφθείητε τυφθείησαν. ∆εῖ δὲ προσθεῖναι χωρὶς <τῶν> τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι· ταῦτα γὰρ οὐ παραλήγονται διφθόγγῳ, ζευγνύην γὰρ καὶ πηγνύην καὶ ὀμνύην χωρὶς τοῦ ˉι. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολο γίαν, ὅτι τὸ ζευγνύην καὶ τὸ πηγνύην καὶ τὸ ὀμνύην προσθέσει τοῦ ˉμ παθητικὰ γίνονται, οἷον ζευγνύμην πηγνύμην ὀμνύμην· εἰ εἶχον οὖν τὸ ˉι κατὰ τὴν παραλήγουσαν, ἤμελλον ἀποβάλλειν αὐτὸ ἐν τοῖς παθη τικοῖς, ἐπειδὴ μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον οὐχ εὑρίσκεται ἐπιφε ρόμενον, οἷον ἅρπυια μυῖα υἱός· ὃ οὖν εἶχον ἀποβάλλειν ἐν τοῖς πα θητικοῖς, προαπέβαλον ἐν τοῖς ἐνεργητικοῖς· τούτου οὖν χάριν τὰ εὐκτικὰ ἐπὶ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι οὐ παραλήγονται δι φθόγγῳ. Ταῦτα μὲν ἐν τούτοις.
Ἰστέον δὲ ὅτι κανονίζεται τὸ εὐκτικὸν ἐνεργητικὸν τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶσα γενικὴ μετοχῆς διὰ τοῦ ˉτˉοˉς ἐκφερομένη, εἴτε ἐνεργητικὴ εἴτε μέση, τρέπουσα τὴν τελευταίαν συλ λαβὴν εἰς ˉμˉι, καὶ προσλαμβάνουσα κατὰ τὴν παραλήγουσαν τὸ ˉι [ἤγουν πρὸ τοῦ ˉν δεχομένη τὸ ˉι], καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφω νηθῆναι στοιχεῖα, τὸ εὐκτικὸν ποιεῖ, οἷον τύπτοντος τύπτοιμι, λέγον 262 τος λέγοιμι, γράφοντος γράφοιμι, βοῶντος βοῷμι, τύψοντος τύψοιμι, τύψαντος τύψαιμι, γράψαντος γράψαιμι, λέξαντος λέξαιμι, λέξοντος λέξοιμι, γράψοντος γράψοιμι, τυπόντος τύποιμι, λαβόντος λάβοιμι· ἰδοὺ ἐπὶ τούτων ἐτράπη ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τῆς μετοχῆς εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ προσῆλθε τὸ ˉι, καὶ ἀπεβλήθη τὸ ˉν, καὶ ἐγένοντο τὰ εὐκτικά· τὸ δὲ ˉν ἀπεβλήθη, ἐπειδὴ οὐδέποτε τὸ ˉν εὑρίσκεται πρὸ τοῦ ˉμ. Πάλιν ἐστὶ τετυφώς τετυφότος τετύφοιμι, πεποιηκώς πεποιηκό τος πεποιήκοιμι, τετυπώς τετυπότος τετύποιμι, δεδουπώς δεδουπότος δεδούποιμι, πεποιθώς πεποιθότος πεποίθοιμι· ἰδοὺ καὶ ἐπὶ τούτων ἐτράπη ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τῆς μετοχῆς εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ προσῆλθε τὸ ˉι, καὶ ἐγένοντο τὰ εὐκτικά· ἐνταῦθα δὲ οὐκ ἀπε βλήθη σύμφωνον, ἐπειδὴ καθαριεύει ἡ γενικὴ τῆς μετοχῆς, οὐδὲ γὰρ ἔχει