155
πολλῆς τῆς δαψιλείας τοῖς προκειμένοις ἐφιπτάμενον. Οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ σῶμα ὁρᾷς, ὥσπερ ἐκεῖνοι, ἀλλ' οἶσθα αὐτοῦ καὶ τὴν δύναμιν, καὶ τὴν οἰκονομίαν ἅπασαν, καὶ οὐδὲν ἀγνοεῖς τῶν δι' αὐτοῦ τελεσθέντων, μετὰ ἀκριβείας μυσταγωγηθεὶς ἅπαντα. ∆ιαναστήσωμεν τοίνυν ἑαυτοὺς καὶ φρίξωμεν, καὶ πολλῷ τῶν βαρβάρων ἐκείνων πλείονα ἐπιδειξώμεθα τὴν εὐλάβειαν, ἵνα μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε προσελθόντες, πῦρ ἐπὶ τὴν ἑαυτῶν σωρεύσωμεν κεφαλήν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προσίωμεν, ἀλλ' ἵνα μὴ ἁπλῶς προσίωμεν. Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε προσιέναι, κίνδυνος, οὕτω τὸ μὴ κοινωνεῖν τῶν μυστικῶν δείπνων 61.205 ἐκείνων, λιμὸς καὶ θάνατος. Αὕτη γὰρ ἡ τράπεζα τῆς ψυχῆς ἡμῶν τὰ νεῦρα, τῆς διανοίας ὁ σύνδεσμος, τῆς παῤῥησίας ἡ ὑπόθεσις, ἡ ἐλπὶς, ἡ σωτηρία, τὸ φῶς, ἡ ζωή. Μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς περιπεφραγμένοι πάντοθεν. Καὶ τί λέγω τὰ μέλλοντα; Ἐνταῦθα γάρ σοι τὴν γῆν οὐρανὸν ποιεῖ τουτὶ τὸ μυστήριον. Ἀναπέτασον γοῦν τοῦ οὐρανοῦ τὰς πύλας, καὶ διάκυψον· μᾶλλον δὲ οὐχὶ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ οὐρανοῦ τῶν οὐρανῶν, καὶ τότε ὄψει τὸ εἰρημένον. Τὸ γὰρ πάντων ἐκεῖ τιμιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείμενον. Ὥσπερ γὰρ ἐν τοῖς βασιλείοις τὸ πάντων σεμνότερον, οὐ τοῖχοι, οὐκ ὄροφος χρυσοῦς, ἀλλὰ τὸ βασιλικὸν σῶμα τὸ καθήμενον ἐπὶ τοῦ θρόνου· οὕτω καὶ ἐν τοῖς οὐρανοῖς τὸ τοῦ βασιλέως σῶμα. Ἀλλὰ τοῦτό σοι νῦν ἔξεστιν ἐπὶ γῆς ἰδεῖν. Οὐ γὰρ ἀγγέλους οὐδὲ ἀρχαγγέλους οὐδὲ οὐρανοὺς καὶ οὐρανοὺς οὐρανῶν, ἀλλ' αὐτὸν τὸν τούτων σοι δείκνυμι ∆εσπότην. Εἶδες πῶς τὸ πάντων τιμιώτερον ὁρᾷς ἐπὶ γῆς; καὶ οὐχ ὁρᾷς μόνον, ἀλλὰ καὶ ἅπτῃ; καὶ οὐχ ἅπτῃ μόνον, ἀλλὰ καὶ ἐσθίεις, καὶ λαβὼν οἴκαδε ἀναχωρεῖς; Ἀπόσμηχε τοίνυν τὴν ψυχὴν, παρασκεύαζε τὴν διάνοιαν πρὸς τὴν τούτων τῶν μυστηρίων ὑποδοχήν. Καὶ γὰρ εἰ παιδίον βασιλικὸν μετὰ τοῦ κόσμου καὶ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐνεχειρίσθης φέρειν, πάντα ἂν ἔῤῥιψας τὰ ἐν τῇ γῇ· νυνὶ δὲ οὐ παιδίον 61.206 ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν μονογενῆ λαμ61.206 βάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς καὶ πρὸς χρυσὸν ἐπτόησαι; καὶ τίνα ἂν σχοίης συγγνώμην; ποίαν ἀπολογίαν; Οὐκ οἶσθα πῶς ἅπασαν τὴν βιωτικὴν πολυτέλειαν ἀποστρέφεταί σου ὁ ∆εσπότης; οὐ διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη τεχθεὶς, καὶ μητέρα ἔλαβεν εὐτελῆ; οὐ διὰ τοῦτο ἐκείνῳ τῷ πρὸς καπηλείαν βλέποντι ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ; Τί δὲ οἱ μαθηταί; οὐ τὸν αὐτὸν διετήρουν νόμον, εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι, καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνοῤῥάφον κατέλυον καὶ πρὸς τὴν πορφυροπώλιδα; οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπεζήτουν. Τούτους τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν· τὰ μὲν κάλλη τῶν κιόνων καὶ τῶν μαρμάρων παρατρέχοντες, ζητοῦντες δὲ τὰς ἄνω μονὰς, καὶ πάντα τῦφον τὸν ἐνταῦθα πατήσωμεν μετὰ τῆς τῶν χρημάτων ἐπιθυμίας, καὶ ὑψηλὸν λάβωμεν φρόνημα. Ἂν γὰρ νήφωμεν, οὐδὲ ὁ κόσμος ἡμῶν οὗτος ἄξιος, μήτι γε στοαὶ καὶ περίπατοι. ∆ιὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωμεν, τὴν οἰκίαν ταύτην κατασκευάζωμεν, ἣν καὶ λαβόντες ἀπελευσόμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΚΕʹ. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν
συνείδησιν. αʹ. Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς