τέλος ἐπιθεῖναι μελλούσης μεγάλοις πράγμασιν-ἡ ψῆφος γὰρ τοῖς ἅρπαξι καὶ ἐπιόρκοις Τρωσὶ τελεία ἐπενεχθήσεται-τῇ Θέμιδι ὁ Ζεὺς πρὸς τὴν σύγκλητον χρῆται, ἥτις ἡ αὐτὴ οὖσα τῷ θεσμῷ καὶ τῇ δίκῃ ἀγορὰς λύει τε καὶ καθίζει κατὰ τὴν ποίησιν. (ῃ. 7-9) Λέγει δὲ ὁ ποιητὴς καὶ ὅτι «οὔτε τις οὖν ποταμῶν ἀπέην», τῆς ἄνω δηλαδὴ ἀγορᾶς, «νόσφ' Ὠκεανοῖο, οὔτ' ἄρα νυμφάων, ταί τ' ἄλσεα καλὰ νέμονται καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα». διὰ τί; διότι ἀλληγορικῶς καὶ αἱ τῶν ποταμῶν ἀρχαὶ καὶ αἱ τῶν πηγῶν καὶ αἱ τῶν ἑλῶν-τοιαῦτα γὰρ τὰ πίσεα-, ναὶ μέντοι καὶ αἱ τῶν ἀλληγορουμένων νυμφῶν, περὶ ὧν ἐν ἄλλοις ἐρρέθη, ἐκ τοῦ ἄνω ∆ιός, τουτέστιν ἐκ τοῦ ὑψηλοῦ ἀέρος εἰσίν, ἐξ οὗ καὶ οἱ διϊπετεῖς παρονομάζονται ποταμοί. (ῃ. 13 ς.) Καὶ Ποσειδῶν δέ, φησίν, οὐδ' αὐτὸς νηκούστησεν, ἤγουν ἀνήκοος γέγονε, θεᾶς τῆς Θέμιδος, «ἀλλ' ἐξ ἁλὸς ἦλθε μετ' αὐτούς», ἤγουν εἰς αὐτοὺς τοὺς ἄνω ἠθροισμένους. αἴρεται γάρ τι καὶ τοῦ κατὰ Ποσειδῶνα θαλαττίου ὕδατος, ὑψοῦ ἀναθυμιώμενον. (ῃ. 15) Ὃς καὶ ἷζε, φησίν, ἐν μέσοισι, πιθανῶς. οἰκεῖος γὰρ ὁ μέσος τόπος τῷ Ποσειδῶνι, ὃς εἰς ὕδωρ ἀλληγορούμενος τῇ γῇ τῇ τοῦ παντὸς μεσαιτάτῃ συνεσφαίρωται. (ῃ. 7) Ὠκεανὸς δέ γε οὐ πάρεστι, διότι εἰς τὸν ὁρίζοντα ἡ ἀκριβὴς αὐτὸν ἀνάγει θεωρία τὸν ἀποτέμνοντα τὸ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν ἡμισφαίριον. διὸ οὐκ ἐγχωρεῖ τὸν τοιοῦτον Ὠκεανὸν ὁμοίως τοῖς ἄλλοις ἄνω γενέσθαι, ὑπεραναβάντα τὸ διαιρούμενον. εἰ δὲ καὶ ὡς ὕδωρ στοιχειακῶς θεωροίη τις τὸν Ὠκεανόν, οὐδ' οὕτω δύναται ἄνω γενέσθαι τῇ ὁλότητι, ἀλλά τι μὲν αὐτοῦ ἄνεισι, διὰ ἀναθυμιάσεων δηλαδή, ἃς ὁ Ποσειδῶν ὑποδηλοῖ, ἐξ ὧν οἱ ποταμοὶ καὶ αἱ πηγαὶ καὶ τὰ πίσεα καὶ αἱ νύμφαι, οὐ μὴν δὲ καὶ ἡ πᾶσα τοῦ στοιχείου ὁλότης ἄνω γίνεται. τοῦτο γὰρ ἀδύνατον. καὶ οὕτω μὲν κατὰ 4.357 ἀναγωγήν. μυθικῶς μέντοι ἀποδημεῖ τῆς ἐκκλησίας ὁ Ὠκεανὸς ὡς πρόγονος θεῶν, ἵνα μὴ παρείη τῷ τῶν ἀπογόνων πολέμῳ. θεῶν γὰρ μάχην τὴν ῥαψῳδίαν ταύτην ὁ ποιητὴς παραδίδωσι καὶ οἱ παλαιοὶ ἐπιγράφουσι. καὶ περὶ μὲν τούτων ταῦτα. Περὶ δὲ τῆς Γῆς εἰ καὶ μηδὲν ὁ ποιητὴς διορίζεται, ἀλλὰ βέλτιον, φασί, νοεῖν, ὡς ἀπολειπομένης τοῦ συλλόγου καὶ αὐτῆς. περὶ αὐτὴν γάρ ἐστιν ὁ κάτω μείνας Ὠκεανὸς καὶ ἀνάγκη συνεκλείπειν καὶ αὐτήν. (ῃ. 4 ς.) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα συνήθως Θέμιστα ∆ωρικῶς λέγει κατὰ τὸ «Θέμιστι καλλιπαρῄῳ», καὶ κρᾶτα δὲ ὄρους, ὡς καὶ ἀλλαχοῦ, ἀκροτάτην κορυφήν, ἤτοι ἐξοχήν, ἀκρώρειαν. Σημείωσαι δὲ ὅτι κοινῶς μὲν ἡ κράς λέγεται τῆς κρατός. τὸ δὲ «κρατὸς διασπαρέντος» παρὰ Σοφοκλεῖ, καὶ «σῷ κράατι τίσεις» ἐν Ὀδυσσείᾳ, ἔχουσί τινα ζήτησιν. ἡ δὲ Τραγῳδία καὶ τὸ κρᾶτα λέγει οὐδετέρως ὡς καὶ τὸ κάρα. ἡ δὲ κάρα τῶν νεωτέρων ἐστί. λέγεται δὲ καὶ κάρηαρ, ὡς δηλοῖ τὸ «καρήατι». Πολύπτυχος δὲ Ὄλυμπος τὸ μὲν ὄρος διὰ τὸ πολλὰς ἔχειν πτύχας, ἤτοι περιοχὰς ἀνακλίσεων, ὁ δὲ οὐρανὸς ἀλληγορικῶς διὰ τὰς ὀκτὼ σφαίρας, ἃς ἔχει, τὴν μίαν τῶν ἀπλανῶν καὶ τὰς ἑπτὰ τῶν πλανήτων. ἢ καὶ ἄλλως, πολύπτυχος ὁ ἰσχυρὸς καὶ στερεός, καθ' ὁμοιότητα σώματός τινος πολυπτύχου, ὁποία καὶ ἡ τοῦ Ἀχιλλέως προϊστόρηται ἀσπίς. (ῃ. 8) Νύμφαι δὲ ὅτι αἱ περὶ γῆν φυσικαὶ δυνάμεις λέγονται, ἃς ἡ τοῦ ὕδατος ὑγρότης ἀποτελεῖ, καὶ ἐν ἄλλοις πρὸ 4.358 τούτων σαφῶς εἴρηται. Ἄλσεα δὲ λέγει καλὰ τοὺς κήπους ἀπὸ τοῦ ἅλλω ἄλσω Αἰολικῶς. διὸ καὶ ψιλοῦται, ὅπου δηλαδὴ τὰ φυτὰ ἐξ ὑγρότητος καὶ πνεύματος εἰς αὔξην ἅλλονται. διὸ καὶ οὐ μόνον ἄλσος ὁ τοιοῦτος λέγεται τόπος ἀπὸ τοῦ ἅλλεσθαι, ἀλλὰ καὶ κῆπος ἀπὸ τοῦ κᾶπος, ὃ δηλοῖ πνεῦμα τὸ ἀναγωγὸν ὑγρότητος θρεπτικῆς τῶν φυτῶν. (ῃ. 9) Πίσεα δὲ ὑγρὸς τόπος καὶ δυνάμενος πῖσαι, ὅ ἐστι ποτίσαι, καὶ διὰ τοῦτο καὶ ποιήεις, ἤτοι βοτανώδης. ὡς γὰρ μύω μύσω, φασί, μῦσος, εἰς ὃ μύομεν μὴ ἐμβλέπειν ἀνεχόμενοι, ἢ πρὸς ὃ τὰ χείλη μύομεν οὐ προσφωνοῦντες, οὕτω πίω πίσω πῖσος. τοῦ δὲ πίσω ἡ χρῆσις παρὰ Πινδάρῳ. ἐξ αὐτοῦ δὲ καὶ Πῖσα πόλις, καὶ Πῖσα πηγή, ὡς ἂν εἴποι τις ποτίστρα, καὶ πιστὰ παρ' Αἰσχύλῳ φάρμακα τὰ πινόμενα. (ῃ. 11 ς.) Ὅτι παντοδαπῶς τὴν τέχνην ὁ Ἥφαιστος, εἴγε ξεστὰς αἰθούσας ἄνω ποιεῖ, ἤγουν κατὰ τοὺς παλαιούς, ἕδρας στυλωτάς, αἰθομένας,