δαρείητε, νυγείημεν νυγείητε. Τύπτοιεν. Ἰστέον ὅτι τὰ εἰς ˉμˉεˉν εὐκτικά, εἰ μὲν διφθόγγῳ παρα λήγονται, ἀποβολῇ τοῦ ˉμ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ποι οῦσιν, οἷον τύπτοιμεν τύπτοιεν, λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύφοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυσοῖμεν χρυσοῖεν· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγονται, τροπῇ τῆς ˉμˉεˉν εἰς ˉσˉαˉν τὸ τρίτον πρόσ ωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον τυφθείημεν τυφθείησαν, δαρείη μεν δαρείησαν, νυγείημεν νυγείησαν. Ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν δοίησαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι παραλήγεται· ἡνίκα δὲ γένηται κατὰ συγκοπὴν τοῦ ˉη τὸ πρῶτον δοῖμεν, ὡς τὸ <Ν 378> δοῖμεν δ' Ἀτρείδαο θυγατρῶν εἶδος ἀρίστην, τότε καὶ τὸ τρίτον τῶν πληθυντικῶν δοῖεν γίνεται κατὰ ἀποβολὴν τοῦ ˉμ, ἐπειδὴ διφθόγγῳ παραλήγεται, οἷον <Α 18> ὑμῖν μὲν θεοὶ δοῖεν. Παρακειμένου καὶ ὑπερσυντελίκου.Τετύφοιμι. Ἰστέον ὅτι κανονίζεται τὸ εὐκτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου τοῦτον τὸν τρόπον· ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεργη τικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ ἡ γενικὴ τῆς μετοχῆς τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου, τρέπουσαι τὴν τελευταίαν συλ λαβὴν εἰς ˉμˉι καὶ πρὸ τοῦ ˉμ δεχόμεναι τὸ ˉι, τὸ εὐκτικὸν ποιοῦσιν, ἡ ἐνεργητικὴ τὸ ἐνεργητικὸν καὶ ἡ μέση τὸ μέσον, οἷον τετυφότος τετύ φοιμι, πεποιηκότος πεποιήκοιμι, τετυπότος τετύποιμι, δεδουπότος δε δούποιμι, πεποιθότος πεποίθοιμι. Ἰστέον δὲ ὅτι ταῦτα, εἰ καὶ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἀλλ' οὖν οὐκ ἔχουσιν αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τετυφώς τετυφότος, πεποιθώς πεποιθό τος, καὶ τούτου χάριν οὐκ ἔχουσιν εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν· ἐκεῖνα γὰρ εἰς ˉηˉν καθαρὸν ἔχουσι τὸ εὐκτικόν, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, νυγείς νυγέντος νυγείην, γνούς 265 γνόντος γνοίην. Σεσημείωται τὸ εἰδείην· τοῦτο γὰρ εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον εἰδώς εἰδότος, ἀλλ' οὐκ ἔχει αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, καὶ οὐκ ὤφειλεν εἰς ˉηˉν καθαρὸν ἔχειν τὸ εὐκτικόν· ἀλλ' ἔστιν εἰπεῖν, ὅτι ὥσπερ ἀπὸ τοῦ περιπατοῖμι γέγονε περιπατοίην ἀττικῶς κατὰ τροπὴν τῆς ˉμˉι εἰς ˉηˉν, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰδώς εἰδότος γέγονεν εἴδοιμι, ὥσπερ τετυφώς τετυφότος τετύ φοιμι, καὶ ἀπὸ τοῦ εἴδοιμι γέγονεν εἰδοίην κατὰ τροπὴν Ἀττικὴν τῆς ˉμˉι εἰς ˉηˉν, καὶ κατὰ τροπὴν τοῦ ˉο εἰς τὸ ˉε εἰδείην. Τετύφοις, τετύφοι. ∆υϊκά· τετύφοιτον, τετυφοίτην. Πληθυντικά· τετύφοιμεν, τετύφοιτε, τετύφοιεν· εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου.Τετύποιμι, τετύποις, τετύποι. ∆υϊκά· τετύποιτον, τετυ ποίτην. Πληθυντικά· τετύποιμεν, τετύποιτε, τετύποιεν· εἴρη ται καὶ ἡ περὶ τούτων διδασκαλία. Ἀορίστου πρώτου.Τύψαιμι. Ἰστέον ὅτι ἐστὶ τύψας τύψαντος ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ δεχομένη τὸ ˉι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοι χεῖα, φημὶ δὴ τὸ ˉν, τὸ εὐκτικὸν ποιεῖ, οἷον τύψαιμι· εἰ γὰρ καὶ ἔχει τοῦτο τὴν μετοχὴν εἰς ˉς καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, ἀλλ' οὐκ ἔχει αὐτὴν ὀξύτονον, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν. ∆εῖ δὲ γινώσκειν, ὅτι τὰ εὐκτικὰ τοῦ πρώτου ἀορίστου ἐνεργητικοῦ οἱ Αἰολεῖς διὰ τοῦ ˉεˉιˉα προφέρονται, οἷον τύψαιμι τύψεια, ποιήσαιμι ποιήσεια, ὑποστρέψαιμι ὑποστρέψεια· καὶ τῷ μὲν πρώτῳ προσώπῳ οἱ Αἰολεῖς μόνοι κέχρηνται, τῷ δὲ δευτέρῳ καὶ τρίτῳ καὶ οἱ Ἀθηναῖοι, οἷον τύψειας τύψειε καὶ τύψειαν τὸ τρίτον τῶν πληθυντικῶν, τίσειας τίσειε καὶ τίσειαν τὸ τρίτον τῶν πληθυντικῶν, ὡς παρὰ τῷ ποιητῇ <Α42> τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσι, καὶ πάλιν ὑποστρέψειας, <Γ407> μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας <Ὄλυμπον>, καὶ ὑποστρέψειαν τὸ τρίτον τῶν πληθυντικῶν. Ἰστέον δὲ ὅτι τὰ τοιαῦτα εὐκτικὰ εὐχὴν δηλοῦσι