158
ταύτης τῆς γνώσεως καταξιώσας· καὶ οὐκέτι μὲν ταράττεσθαι ἐν ἐμοὶ ἐάσει τὴν καρδίαν μου, οὐδὲ τὴν δειλίαν τοῦ θανάτου ἐπικεῖσθαί μοι. Ταῦτα δὲ πάντα παραγαγὼν, καὶ διασκεδάσας τῆς ἐμῆς ψυχῆς, λυτρώσεται αὐτὴν ἐν εἰρήνῃ ἀπὸ τῶν θορυβεῖν αὐτὴν ἐθελόντων. ∆ιό φημι· Λυτρώσεται τὴν ψυχήν μου ἐν εἰρήνῃ ἀπὸ τῶν ἐγγιζόντων μοι· ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί· ἀνθ' οὗ ἐξέδωκεν ὁ Σύμμαχος· Πολλοστοὶ γὰρ ἐγένοντο πρὸς ἐμέ. Οἱ γὰρ θορυβεῖν ἐθέλοντές μου τὴν ψυχήν μου βραχεῖς τινες ἦσαν, οὓς ὁ Θεὸς ὁ πρὸ τῶν αἰώνων ὑπάρχων ταπεινώσει, τῆς ἐμῆς κραυγῆς ἐπακούσας. Ταῦτα μὲν οὖν ὡς τοῦ Προφήτου ἐξ οἰκείου προσώπου τὰς προκειμένας φωνὰς προενηνεγμένου. Εἰ δὲ ἐξ αὐτοῦ τοῦ Σωτῆρος ταῦτα λέγοιτο διὰ τοῦ προφητικοῦ πνεύματος, ἐπειδήπερ ἐξ αὐτοῦ ἐλέγετο τὸ, Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς, ἀκολούθως καὶ ταῦτα φήσειεν ἂν ὁ Σωτήρ· Ὅτι ὁ μὲν οὐκ ἐχθρὸς, ἀλλὰ φίλος· καὶ οὐχ ὁ μισῶν, ἀλλ' ὁ μικρῷ πρόσθεν ἀγαπῶν, τοιαῦτα κατ' ἐμοῦ τετόλμηκεν. Ἐγὼ δὲ πλέον οὐδὲν ἔπραττον, ἀλλ' ἐβόων πρὸς τὸν Θεόν· εἶχόν τε αὐτὸν οἷα Πατέρα ἐπήκοον. Ἀλλὰ καὶ οἱ μὲν ἐπεβούλευον ἐμοὶ, ὁ δὲ ἔσωζέ με· διὸ οὐ παύσομαι ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας τὰς τοῦ Πατρὸς ἀρετὰς διηγούμενος εἰς πάντας, εἰσακουστόν τε πᾶσιν ἀνθρώποις κηρύττων τὸ σωτήριον Εὐαγγέλιον· καὶ ταύτης μου τῆς φωνῆς ἐπακούσας ὁ Πατὴρ, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, τουτέστιν ἀπὸ τῶν ἐγγύθεν καὶ οὐ πόῤῥωθέν με πολεμούντων· οἵτινες ἦσαν πολλοστοί· οὓς καὶ ταπεινώσει ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός. Οὐδὲ γὰρ ἡ πρὸς ὀλίγον αὐτοῖς γενομένη εὐκαιρία, καθ' ἣν ἐμεγαλαύχησαν, καὶ ἐπλήρωσαν τὴν ἑαυτῶν πόλιν ἀνομίας καὶ ἀντιλογίας, παραμενεῖ αὐτοῖς· ὅσον δὲ οὔπω ταπεινωθήσονται, τῆς ἐκ Θεοῦ ὀργῆς μετελευσομένης αὐτοὺς καὶ τὴν πόλιν αὐτῶν, ὡς καὶ τὸν ἐν αὐτῇ διαβόητον νεὼν ἀφανισθῆναι καὶ πᾶσαν τὴν ἐν αὐτῷ ἐπιτελουμένην λατρείαν καταλυθῆναι. Οὕτως οὖν, τῆς ἐμῆς ἐπακούσας ὁ Θεὸς βοῆς, ταπεινώσει αὐτούς. Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, καὶ τὰ ἑξῆς. Ταπεινώσει τοὺς προλεχθέντας ἀσεβεῖς ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός· ἔσονταί τε ταπεινοὶ καὶ διαμενοῦσιν ἐπὶ μήκιστον τοιοῦτοι· ἐπεὶ μηδεὶς ἔσται ὁ ὑπὲρ αὐτῶν διδοὺς ἀντάλλαγμα. Ἅπαξ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ λύτρον ἑαυτὸν διδοὺς καὶ ἀντάλλαγμα ὑπὲρ τῶν ἁμαρτωλῶν, τοὺς μὲν εἰς αὐτὸν πεπιστευκότας ἐξηγόρασε, πάντων τε αὐτοὺς τῶν προτέρων ἁμαρτημάτων ἠλευθέρωσεν· τοὺς δὲ εἴασε ταπεινοὺς, ἐπεὶ μὴ προσήκαντο τὴν ὑπὲρ αὐτῶν δοθεῖσαν τιμὴν, μηδὲ ἐπίστευσαν εἰς τὸ τίμιον αἷμα τοῦ πάντων ἀνθρώπων Λυτρωτοῦ καὶ Σωτῆρος. ∆ιό φησι περὶ αὐτῶν ὁ λό 23.488 γος· Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. ∆ιὰ τί δὲ οὐκ ἔστιν αὐτοῖς ἀντάλλαγμα, ἑξῆς διδάσκει λέγων· ἐπεὶ μὴ ἐφοβήθησαν τὸν Θεόν. Ὁ μὲν γὰρ, ἅτε ἀγαθὸς, πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὴν σωτήριον εἰς τὸ καὶ αὐτοὺς μεταδοῦναι τῶν ἑαυτοῦ ἀγαθῶν· οἱ δὲ οὐκ ἐδέξαντο παρὰ τῆς δεξιᾶς τοῦ Θεοῦ προτεινόμενα, ἀλλ' ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, τὸν καινὸν νόμον τὸν εὐαγγελικὸν παρακρουσάμενοι. ∆ιὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς αὐτόν· παρέβησαν συνθήκην· καὶ κατὰ τὸν Ἀκύλαν· Ἀπέστειλε χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. Αὐτὸς μὲν γὰρ εἰρηνικὴν δεξιὰν προὔτεινε πρὸς ἐλθόντας παραδέχεσθαι τὴν παρ' αὐτοῦ εἰρήνην· οἱ δὲ παρέβησαν τὴν διαθήκην αὐτοῦ, μὴ καταδεξάμενοι τὴν προτεινομένην αὐτοῖς εἰρήνην. ∆ιὸ, πόλεμον ἀντικαταλλαξάμενοι εἰρήνης, διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ. Ἐπεὶ γὰρ μὴ προσεδέξαντο τὴν χάριν, εἰκότως, ὀργῇ παραδοθέντες, μακρὰν διεσκορπίσθησαν, καὶ εἰς πάντα τὰ ἔθνη διασκεδασθέντες διεσπάρησαν. Ἀντὶ δὲ τοῦ, Καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ. Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί