158
Ὀζίου, ὅτε καὶ ἀοράτῳ δυνάμει αὐτὸς ὁ κύριος ἐπιστὰς τῷ θυσιαστηρίῳ αὐτῶν τὴν ἐξουσίαν ἔδωκεν τῷ πατάσσοντι, φήσας «πάταξον ἐπὶ τὸ θυσιαστήριον». 6.18.41 δυνάμει γοῦν τοῦτο ἐδήλου λέγων· «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος»· αὐτίκα γοῦν ἐπὶ τῷ πάθει αὐτοῦ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω», ὥσπερ οὖν ὁ Ἰώσηπος ἱστορεῖ γεγονέναι κατὰ τοὺς Ὀζίου χρόνους. εἶτα πρότερον μὲν «ἐσείσθη τὰ πρόπυλα», ὅτε «ἡ γῆ ἐσείσθη» κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν· μετ' οὐ πολὺ δὲ καὶ τὴν ἐσχάτην ὑπέμεινε πτῶσιν, λαβών τε τὴν ἐξουσίαν ὁ πατάσσων «διέκοψεν εἰς κεφαλὰς ἁπάντων». 6.18.42 κατὰ τοῦτο δὴ οὖν τοῦ καιροῦ καὶ «ἡ κοιλὰς» τῶν τοῦ θεοῦ «ὀρέων ἐνεφράγη», ὥσπερ οὖν γέγονεν ἐπὶ Ὀζίου, πρὸς μὲν ῥητὸν καὶ λέξιν κατὰ τὴν Ῥωμαίων πολιορκίαν, καθ' ἣν οἶμαι συμβῆναί τινα τοιαῦτα, πρὸς δὲ διάνοιαν ὅτε ἡ σωματικὴ καὶ ταπεινοτέρα τοῦ Μωσέως νόμου λατρεία ἀπεκλείσθη εἰς τὸ μηκέτι ἐνεργεῖσθαι διὰ τὸν σεισμὸν τὸν ἐπελθόντα προφητικῶς ἐξ ἐκείνου τῷ Ἰουδαίων ἔθνει, καὶ διὰ τὰ λοιπὰ τὰ ἀναγεγραμμένα. Μετὰ ταῦτα ἐπαναλαβὼν ὁ λόγος τὴν τοῦ κυρίου παρουσίαν σαφέστερον ἀνακηρύττει λέγων· «καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ», 6.18.43 εἴτε τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς ὀνομάζων «ἁγίους» αὐτοῦ, εἴτε δυνάμεις τινὰς ἀοράτους καὶ πνεύματα λειτουργικά, περὶ ὧν εἴρηται· «καὶ προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ». εἶτ' ἐπὶ τῆς παρουσίας τοῦ κυρίου «ἔσται», φησίν, «ἡμέρα», καὶ «οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν», 6.18.44 ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· «καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν, ἥτις ἔγνωσται τῷ κυρίῳ, οὐχ ἡμέρα οὐδὲ νύξ, ἀλλ' ἔσται τὸ πρὸς ἑσπέραν φῶς». καὶ ὅρα εἰ μὴ διὰ τούτων λευκότατα τὴν ἡμέραν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν δηλοῖ, ἐν ᾗ ἡμέρᾳ τὸ μὲν «οὐκ ἔσται φῶς» ἐπληροῦτο, ἡνίκα «ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης», τὸ δὲ «ἀλλὰ ψῦχος καὶ πάγος», ὅτε κατὰ τὸν Λουκᾶν· παραλαβόντες τὸν Ἰησοῦν «ἤγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως, ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν, 6.18.45 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς ἐκάθητο» κατὰ τὸν Μάρκον μετὰ τῶν λοιπῶν «θερμαινόμενος». ὁ δὲ Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπών· «εἱστήκεισαν οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο». 6.18.46 Γνωστὴ δέ, φησίν, ἦν αὕτη ἡ ἡμέρα τῷ κυρίῳ, καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ· οὐχ ἡμέρα μέν, διὰ τὸ προειρῆσθαι «οὐκ ἔσται φῶς», ὃ καὶ ἐπληροῦτο, ὅτε «ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης»· οὐδὲ νὺξ δέ, διὰ τὸ ἐπιλέγεσθαι «πρὸς ἑσπέραν ἔσται φῶς», ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα. 6.18.47 καὶ κατὰ διάνοιαν δὲ ταῦτα ἐπληροῦτο καθόλου μὲν ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ τὴν τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας «εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου» ἐν ταῖς καρδίαις αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους «ἐν σκότει» καὶ «σκιᾷ θανάτου» μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς. 6.18.48 Ἐν αὐτῇ δὴ οὖν τῇ τοιαύτῃ ἡμέρᾳ τοῦ κυρίου, «ἐξελεύσεται», φησίν, «ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ». τοῦτο δὲ ἦν τὸ λογικὸν καὶ πότιμον ζωτικόν τε καὶ σωτήριον τῆς τοῦ Χριστοῦ διδασκαλίας ποτόν, περὶ οὗ καὶ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὴν Σαμαρεῖτιν παιδεύων ἔλεγεν· «εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν». αὐτὸ οὖν τοῦτο τὸ σωτήριον ποτὸν ἐξ αὐτῆς τῆς Ἱερουσαλὴμ προῆλθεν· 6.18.49 ἐνθένδε γοῦν ὥρμητο αὐτοῦ τὸ εὐαγγέλιον, καὶ οἱ τούτου κήρυκες πᾶσαν κατέπλησαν τὴν οἰκουμένην, ὃ καὶ δηλοῦται διὰ τοῦ λέγεσθαι «εἰς τὴν θάλασσαν