159
τὴν πρώτην» καὶ «εἰς τὴν θάλασσαν τὴν ἐσχάτην» «τὸ ζῶν ὕδωρ ἐξελεύσεσθαι», δι' ὧν τὰ τῆς συμπάσης γῆς πέρατα δηλοῦται, τά τε πρὸς τῷ ἀνατολικῷ ὠκεανῷ «πρώτη θάλαττα» ὀνομαζόμενα καὶ τὰ κατὰ δύοντα ἥλιον διὰ «τῆς θαλάττης τῆς ἐσχάτης» σημαινόμενα, ἃ καὶ πεπλήρωκεν τὸ «ζῶν ὕδωρ» τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, περὶ οὗ πάλιν ἐπαίδευσε λέγων· «ὃς ἂν πίῃ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα», καὶ πάλιν· «ποταμοί», φησίν, «ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος» «ἁλλομένου εἰς ζωὴν αἰώνιον», 6.18.50 καὶ αὖθις· «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω». Μετὰ γοῦν τὸ ἀνομβρῆσαν ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ πᾶν γένος ἀνθρώπων σωτήριον καὶ λογικὸν νᾶμα, ὅπερ σαφέστερον ἐν ἑτέρῳ δηλοῦται διὰ τοῦ «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν», «ἔσται», φησί, «κύριος εἰς βασιλέα», 6.18.51 οὐκ ἔσται δὲ ἐν Ἱερουσαλὴμ οὐδὲ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, ἀλλ' «ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», καὶ «ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν». ἃ καὶ αὐτὰ συνᾴδει τοῖς ἀπὸ τῶν ψαλμῶν παρατεθεῖσιν, δι' ὧν ἐλέγετο· «ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη», καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν». ταῦτα δὲ ὁμοῦ πάντα ἐν ταῖς τοῦ κυρίου ἡμέραις ἔσεσθαι προφητεύεται· 6.18.52 ἐν ἀρχῇ γοῦν τῆς ὅλης προφητείας «ἰδοὺ ἡμέραι», φησίν «ἔρχονται τοῦ κυρίου», καὶ ἔσται τάδε. τίνα δὴ ταῦτα ἀλλ' ἢ ἡ πολιορκία τῆς Ἱερουσαλὴμ καὶ ἡ τοῦ κυρίου μετάστασις ἐπὶ τὸ τῶν ἐλαιῶν ὄρος, καὶ τὸ «παρέσται κύριος» καὶ τὰ συμβεβηκότα περὶ τὴν ἡμέραν τοῦ πάθους αὐτοῦ, καὶ τὸ «ζῶν ὕδωρ», τὸ ἐπὶ πᾶσαν ῥεῦσαν τὴν οἰκουμένην, καὶ ἐπὶ πᾶσι τούτοις ἡ τοῦ κυρίου βασιλεία πάντων τῶν ἐθνῶν ἄρχουσα, «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, πληροῦν πᾶσαν τὴν γῆν», ἅπερ ὁποίου τέλους ἔτυχεν ὡς ἐν ἐπιτομῇ διειλήφαμεν; 6.18.53 πρόδηλον δὲ καὶ πῶς ἀπὸ τῆς τοῦ Χριστοῦ τοῦ θεοῦ προσηγορίας τὸ Χριστιανῶν ὄνομα κατέπλησε τὴν πᾶσαν οἰκουμένην· ὃ καὶ αὐτὸ παρίστησιν ὁ φάσκων λόγος «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον». καὶ σοὶ δὲ ἐπὶ σχολῆς παρέσται ἑκάστην βασανίσαντι λέξιν ἐπὶ πλάτους θεωρῆσαι τὰ νενοημένα. 6.19.1 Ἀπὸ τοῦ Βαρούχ. «Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν» δηλοῖ δὲ τὴν σοφίαν, «καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτήν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας αὐτὴν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων· ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· καὶ οἱ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτούς, καὶ εἶπαν, πάρεσμεν· 6.19.2 ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Οὐδὲν ἐπιλέγειν δεῖ ταῖς θείαις φωναῖς ἐναργῶς τῷ προβλήματι παρισταμέναις. 6.20.1 Ἀπὸ τοῦ Ἡσαΐου. «Ὅρασις Αἰγύπτου. ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπὶ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους. καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν», καὶ τὰ