Ἰστέον δὲ ὅτι ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ ˉμ ἕτερον σύμφωνον, τότε τὸ εὐκτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τέτυμμαι τετυμμένος εἴην, περὶ ὧν ἐκεῖσε γενόμενοι μαθησόμεθα. Πρόσκειται <ἐν> τῷ κανόνι χωρὶς τῶν τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι, ἐπειδὴ τὰ εὐκτικὰ τούτων οὐκ ἔχουσι τὸ ˉι πρὸ τοῦ ˉμ, ζευγνύμην γὰρ καὶ ὀμνύμην καὶ ὀλλύμην χωρὶς τοῦ ˉι· οὐκ ἔχουσι δὲ ταῦτα τὸ ˉι κατὰ τὴν παραλήγουσαν, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον υἱός υἱωνός ἅρπυια μυῖα αἴθυια. Πρόσκειται ἐν τῷ κανόνι ἔχον τὸ ˉμ κλι τικόν διὰ τὸ ἐδάμην, τούτου γὰρ τὸ εὐκτικὸν οὐκ ἔστιν εἰς ˉμˉηˉν ἀλλ' εἰς ˉηˉν καθαρόν, οἷον δαμείην· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ. Πρόσκειται ἐν τῷ κανόνι παθητικὸν ἢ μέσον διὰ τὸ τρέμω, τοῦτο γὰρ οὐκ ἔχει εἰς ˉμˉηˉν τὸ εὐκτικὸν ἀλλ' εἰς ˉμˉι, τρέμοιμι γάρ, ὡς τύπτοιμι, ἀλλ' ἐνεργητικόν ἐστιν· ἄλλως τε δὲ οὐδὲ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν, θέμα γάρ ἐστι τὸ τρέμω καὶ ἔχει τὸ ˉμ. Τύπτοιο. Ἰστέον ὅτι πᾶν τρίτον εὐκτικὸν ἑνικὸν εἰς ˉτˉο λῆγον ἀποβολῇ τοῦ ˉτ τὸ δεύτερον πρόσωπον ποιεῖ, οἷον τύπτοιτο τύπτοιο, λέγοιτο λέγοιο, ποιοῖτο ποιοῖο, βοῷτο βοῷο, τύψαιτο τύψαιο, λάβοιτο λάβοιο, τυφθήσοιτο τυφθήσοιο, χρυσοῖτο χρυσοῖο· οὐ συναιροῦνται δὲ τὰ φωνήεντα ἐνταῦθα, ἐπειδὴ τὸ ˉι κωλύει, μέσου γὰρ ὄντος τοῦ ˉι οὐδέποτε συναίρεσις γίνεται τῶν φωνηέντων· ἀμέλει ἐν τῷ τῷ ἐμῷ πρῶτον ἀποβάλλεται τὸ ˉι τοῦ τῷ ἄρθρου, καὶ οὕτω γίνεται ἡ κρᾶσις, οἷον τὠμῷ· εἰ δέ τις εἴποι, διατί μὴ καὶ ἐν τοῖς δευτέροις προσώποις ἀποβάλλεται τὸ ˉι καὶ κρᾶσις γίνεται τῶν φωνηέντων, λέγομεν, ὅτι οὐ δύναται ἀποβληθῆναι τὸ ˉι, ἐπειδὴ τῶν εὐκτικῶν χαρακτηριστικόν ἐστι τὸ ˉι, οἷον τύπτοιμι τύπτοις τύπτοι, τυφθείην τυφθείης τυφθείη. Περὶ δὲ τοῦ εἰπεῖν τὸν τεχνικὸν ἐν τῷ κανόνι ὅσα τῶν εὐκτικῶν ἐν τῷ τρίτῳ προσώπῳ ἔχει κλιτικὸν τὸ ˉτ, λέγομεν, ὅτι οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ἐγκλίσεων εἶπε τοῦτο, ἀλλ' αὐτὸ τὸ ὄν· καὶ γὰρ καὶ ἐπὶ τῶν ὁριστι κῶν πολλάκις ἀποβάλλει τὸ τρίτον πρόσωπον τὸ ˉτ, καὶ οὕτως ἀποτελεῖ τὸ δεύτερον, οἷον τύπτεται τύπτεαι, ἐτύπτετο ἐτύπτεο· μήποτε δὲ ἔστιν εἰπεῖν, ὅτι πρὸς ἀντιδιαστολὴν τῶν ὁριστικῶν εἶπε τῶν εὐκτικῶν, ἐπειδὴ ἐπὶ μὲν τῶν εὐκτικῶν πάντως ἀποβολῇ τοῦ ˉτ ἐκ τοῦ τρίτου γίνεται τὸ δεύτερον, ὡς ἐδήλωσαν τὰ προλεχθέντα παραδείγματα, ἐπὶ δὲ τῶν 269 ὁριστικῶν οὐ πάντως ἀποβολῇ τοῦ ˉτ, ἀλλ' ἔστιν ὅτε καὶ τροπῇ τοῦ ˉτ εἰς ˉς, ὡς ἐν τῇ περὶ τῶν ὁριστικῶν διδασκαλίᾳ ἐγνώσθη ἡμῖν. Πρόσ κειται δέ ἡνίκα ἔχει κλιτικὸν τὸ ˉτ, διὰ τὸ τύπτοι· τοῦτο γὰρ οὐ ποιεῖ τὸ δεύτερον πρόσωπον ἀποβολῇ τοῦ ˉτ, οὐδὲ γὰρ λέγομεν τὸ δεύ τερον πρόσωπον τύποι, ἀλλὰ τύπτοις· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉτ κλιτικὸν ἀλλὰ θεματικόν, τύπτω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉτ. Τύπτοιτο. Ἰστέον ὅτι τὰ εἰς ˉμˉηˉν εὐκτικὰ τροπῇ τῆς ˉμˉηˉν εἰς ˉτˉο τὸ τρίτον ποιοῦσιν, καὶ φυλάττουσι τὴν παραλήγουσαν, οἷον τυπτοί μην τύπτοιτο, λεγοίμην λέγοιτο, ποιοίμην ποιοῖτο, βοῴμην βοῷτο, χρυ σοίμην χρυσοῖτο, τυψαίμην τύψαιτο, τυψοίμην τύψοιτο. ∆υϊκά. Τυπτοίμεθον, τύπτοισθον, τυπτοίσθην. Ἰστέον ὅτι τὸ μὲν πρῶτον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλ λαβῆς, τυπτοίμεθα γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· κανονίζεται δὲ ἐκ τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τροπῇ τῆς ˉθˉα εἰς ˉθˉοˉν, οἷον τυπτοίμεθα τυπτοίμεθον· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτοισθε τύπτοισθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ˉο εἰς ˉη, <οἷον τύπτοισθον τυπτοίσθην>· καθόλου γὰρ ἐν τοῖς εὐκτικοῖς, ὡς εἴρηται, τὰ τρίτα τῶν δυϊκῶν εἰς ˉηˉν λήγουσιν· οὐχ ὁμοφωνεῖ γὰρ τὸ τρίτον τῶν δυϊκῶν τῷ δευτέρῳ, ἐπειδὴ <ἐν τοῖς εὐκτικοῖς> οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι τὸ τρίτον