159
ἥρπασεν, καὶ πρόβατον γέγονεν ἀγαθότητος, καὶ κήρυξ, καὶ ἀπόστολος. Μὴ οὖν τὸν νέον διάβαλλε, μηδὲ τὸν γεγηρακότα ἐπαίνει. Οὐ γὰρ ἐν τῇ διαφορᾷ τῆς ἡλικίας ἀρετὴ καὶ κακία, ἀλλὰ ἐν τῇ διαφορᾷ τῆς γνώμης. Κἂν ᾖς νηφάλιος, οὐδέν σε καταβλάψει τὸ ἄωρον τῆς ἡλικίας· κἂν ᾖς ῥᾴθυμος, οὐδέν σε ὠφελήσει τὸ γῆρας. Πολιὰ γὰρ οὐ τρίχες λευκαὶ, ἀλλὰ ψυχῆς ἀρετή. Οὗτος τοίνυν ὁ ∆αβὶδ νέος ὢν, ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκέκτητο. Ἦλθεν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, ἔχων τὸ κέρας, ἔνθα τὸ ἔλαιον ἦν τὸ ἅγιον. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα τῶν υἱῶν σου ἕνα. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκείνῳ ἐπιτήδειον εἶναι τὸ ἀξίωμα, ἄγει τὸν πρῶτον υἱὸν, καί φησιν ὁ προφήτης· Πάραγε αὐτὸν, οὐκ ηὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Ἄγει τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον· οὐδὲ οὗτος· τὸν τέταρτον, τὸν πέμπτον. Ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ ηὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλλον; ᾐσχύνθη ὁ πατήρ· Ἔχω ἕνα, φησὶν, μικρὸν, εὐτελῆ· βασιλέα ζητεῖς, μικρὸν, εὐτελῆ, ποιμένα. Ἄνθρωπος, ἐξουθενεῖ, ἀλλ' ὁ Θεὸς στεφανοῖ. Οὐ γὰρ ὡς ὄψεται ἄνθρωπος, ὄψεται Θεός. Ἄνθρωπος εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦμεν, ψυχῆς εὐγένειαν ἐπιθυμοῦμεν. Βούλει μαθεῖν, ὅση τῶν ἱερέων ἐστὶν ἡ δύναμις; Ἐννόησον τὸ βάπτισμα, τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, τὴν υἱοθεσίαν, τὰ μυρία ἀγαθὰ, ἃ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τούτων σοι παραγίνεται, καὶ διὰ τῆς ἐπικλήσεως τῆς ὑπὸ τούτων σοι γινομένης. Ἀλλ' ἐπειδὴ ῥᾳθύμως αὐτοῖς προσερχόμεθα, καὶ 95.1548 ἠμελημένῳ λογισμῷ, διὰ τοῦτο ἅπας ὁ βίος ἡμῶν ἀνατέτραπται. Εἰ ὁ πατριάρχης Ἰακὼβ θρεμμάτων προεστὼς, πρόβατα ἄλογα βόσκων, καὶ ἀνθρώπῳ μέλλων εὐθύνας διδόναι, καὶ νύκτας ἀΰπνους διήνυσεν, καὶ καύματα, καὶ κρύος, καὶ πᾶσαν ἀέρων ἀνωμαλίαν ἔφερεν, ὥστε μηδὲν παραπολέσθαι τῶν θρεμμάτων ἐκείνων, πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐκ ἀλόγοις ἐφεστῶτας, ἀλλὰ πνευματικοῖς προβάτοις, καὶ οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ μέλλοντας τὰς εὐθύνας διδόναι, πρὸς οὐδὲν ὀκνεῖν καὶ ἀναδύεσθαι χρὴ τῶν δυναμένων ὠφελῆσαι τὰ ποίμνια· ἀλλ' ὅσον βελτίων αὕτη ἡ ποίμνη ἐκείνης, καὶ ἀλόγων ἄνθρωποι, καὶ ἀνθρώπων Θεὸς, οὕτω καὶ ἡμᾶς πλείω, καὶ σφοδροτέραν τὴν σπουδὴν καὶ τὴν προθυμίαν ἐπιδείκνυσθαι χρή. Τοιαῦτα τῶν ἁγίων τὰ σπλάγχνα, [ὥστε] τὸν μετὰ τῶν τέκνων θάνατον τῆς χωρὶς αὐτῶν ζωῆς γλυκύτερον νομίζειν Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς Ἰησοῦς Χριστὸς τῷ Πατρὶ, καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις· τοὺς δὲ διακόνους ἐντρέπεσθε, ὡς Θεοῦ ἐντολὴν διακονοῦντας. Μηδεὶς χωρὶς ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων εἰς τὴν Ἐκκλησίαν. Ἐκείνη βεβαία εὐχαριστία ἡγείσθω, ἡ ὑπὸ τῶν ἐπισκόπων οὖσα. Ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἤτω, ὥσπερ ὅπου ἂν ὁ Χριστὸς, ἐκεῖ ἡ καθολικὴ Ἐκκλησία. Οὐκ ἐξόν ἐστι χωρὶς τοῦ ἐπισκόπου οὔτε βαπτίζειν, οὔτε ἀγάπην ποιεῖν· ἀλλ' ὃ ἂν ἐκεῖνος δοκιμάσῃ, τοῦτο τῷ Θεῷ εὐάρεστον. Ὁ τιμῶν ἐπίσκοπον, ὑπὸ Θεοῦ τετίμηται· ὁ λάθρα ἐπισκόπου τὶ πράσσων, τῷ διαβόλῳ λατρεύει. Πάντας βάσταζε, ὡς καὶ σὲ ὁ Κύριος. Πάντων ἀνέχου ἐν ἀγάπῃ· προσευχαῖς σχόλαζε ἀδιαλείπτοις. Αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις. Γρηγόρει, ἀκοίμητον ὄμμα κεκτημένος. Πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ὁ ἀθλητής. Ὅπου πλείων κόπος, πολὺ κέρδος. Καλοὺς μαθητὰς ἐὰν φιλῇς, χάρις σοι οὐκ ἔσται· μᾶλλον τοὺς ἀπειθεστέρους ἐν πραότητι ὑπότασσε. Οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται. Τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῦε. ∆ιὰ τοῦτο σαρκικὸς εἶ, καὶ πνευματικὸς, ἵνα τὰ φαινόμενά σοι εἰς πρόσωπον κολακεύῃς· τὰ δὲ ἀόρατα αἴτει ἵνα σοι φανερωθῇ, ἵνα μηδενὸς λείπῃ. Χρὴ τὸν προεστῶτα ἀνεπίληπτον μελετᾷν καὶ ἀσκεῖσθαι βίον, καὶ μηδὲν ἀνεπιτήδευτον ἔχειν τῶν ἀρεσκόντων Θεῷ. ∆εῖ τὸν λειτουργὸν τῆς Ἐκκλησίας πρὸ πάντων ἐκτὸς ὀργῆς εἶναι, καὶ μὴ ἐπιπλήττειν, ἀλλὰ παρακαλεῖν. Τότε ἀνύει διδάσκαλος, καὶ πιστεύεται λέγων, ὅταν ἀφ' ὧν πράττει παιδεύῃ, κατὰ τὸ, Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. 95.1549 Ἱερέα