160
ἄν ποτε ὁ βίος σταίη, οὐδὲ ἡ τέχνη ἡ τοῦτο ζητοῦσα. ∆ιὰ τοῦτο ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ· ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· ἀλλὰ τὸ τῶν πολλῶν ζητεῖ· καὶ ὁ στρατιώτης, οὐχ ἵνα ἑαυτὸν διασώσῃ παρατάττεται πρὸς κινδύνους, ἀλλ' ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει, ὅσα αὐτῷ μόνον ἀρκέσαι, ἀλλ' ὅσα καὶ ἑτέροις πολλοῖς. Εἰ δὲ λέγοι τις, ὅτι Οὐχὶ τὸ ἐμὸν, ἀλλὰ τὸ ἑαυτοῦ ἕκαστος σκοπῶν, ταῦτα ποιεῖ· καὶ γὰρ χρήματα ἑαυτῷ καὶ δόξαν καὶ ἀσφάλειαν κτώμενος, ἅπαντα πραγματεύεται ταῦτα· ὥστε τὸ ἐμὸν ζητῶν συμφέρον, τὸ ἑαυτοῦ ζητεῖ· τοῦτο καὶ ἐγώ φημι, καὶ πάλαι ἀκοῦσαι ἐβουλόμην, καὶ ὑπὲρ τούτου πάντα τὸν λόγον ἐποιησάμην, ὥστε δεῖξαι, ὅτι τότε τὸ ἑαυτοῦ συμφέρον ὁ πλησίον ζητεῖ, ὅταν τὸ σὸν σκοπήσῃ. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην κατασταῖεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν, μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας. Τοῦτο μὲν οὖν ἀνθρώπινον, τὸ οὕτως ἐπὶ τὸ τοῦ πλησίον συμφέρον ἰέναι· δεῖ δὲ μὴ ἐντεῦθεν, ἀλλ' ἀπὸ τῶν τῷ Θεῷ δοκούντων πείθεσθαι. Οὐδὲ γὰρ ἔνι σωθῆναι μὴ τοῦτο ἔχοντα· ἀλλὰ κἂν τὴν ἄκραν φιλοσοφίαν ἀσκῇς, τῶν δὲ λοιπῶν ἀπολλυμένων ἀμελῇς, οὐδεμίαν κτήσῃ παρὰ Θεῷ παῤῥησίαν. Πόθεν δῆλον; Ἀφ' ὧν ὁ μακάριος ἀπεφήνατο Παῦλος. Ἐὰν γὰρ ψωμίσω μου τὰ ὑπάρχοντα, καὶ παραδῶ τὸ σῶμά μου, ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι, φησίν. Ὁρᾷς πόσον ὁ Παῦλος ἐπιζητεῖ παρ' ἡμῶν; καίτοι γε ὁ ψωμίσας οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πλησίον 61.212 ἐζήτησεν. Ἀλλ' οὐκ ἀρκεῖ τοῦτο μόνον, φησί· μετὰ γὰρ γνησιότητος αὐτὸ βούλεται γίνεσθαι καὶ συμπαθείας πολλῆς. ∆ιὰ γὰρ τοῦτο καὶ ἐνομοθέτησεν αὐτὸ ὁ Θεὸς, ἵνα εἰς σύνδεσμον ἀγάπης ἀγάγῃ. Ὅταν οὖν ἐκεῖνος μὲν τοσοῦτον ἀπαιτῇ μέτρον, ἡμεῖς δὲ μηδὲ τὸ ἔλαττον παρέχωμεν, τίνος ἐσόμεθα ἄξιοι συγγνώμης; Καὶ πῶς, φησὶ, τῷ Λὼτ ἔλεγεν ὁ Θεὸς διὰ τῶν ἀγγέλων, Σώζων σῶζε τὴν ἑαυτοῦ ψυχήν; εἰπὲ, πότε, καὶ διὰ τί. Ὅτε ἡ κόλασις ἐφέρετο, οὐχ ὅτε διορθοῦσθαι ἔδει, ἀλλ' ὅτε κατεγνωσμένοι ἦσαν καὶ ἀνίατα ἐνόσουν, καὶ πρεσβῦται καὶ νέοι εἰς τοὺς αὐτοὺς ἐξεπήδησαν ἔρωτας, καὶ κατακαίεσθαι αὐτοὺς λοιπὸν ἐχρῆν, καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε οἱ κεραυνοὶ καταφέρεσθαι ἔμελλον. Ἄλλως δὲ οὐδὲ περὶ κακίας καὶ ἀρετῆς τοῦτο εἴρηται, ἀλλὰ περὶ τῆς θεηλάτου πληγῆς. Τί γὰρ ἔδει ποιεῖν; εἰπέ μοι· καθέζεσθαι καὶ δέχεσθαι τὴν τιμωρίαν, καὶ μηδὲν ἐκείνους ὠφελοῦντα κατακαίεσθαι; Ἀλλὰ ἀνοίας τοῦτο ἐσχάτης ἦν. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι ἁπλῶς καὶ εἰκῆ δεῖ κολάζεσθαι παρὰ τὸ τῷ Θεῷ δοκοῦν· ἀλλ' ὅταν ἐν κακίᾳ ἄνθρωπος διατρίβῃ, τότε κελεύω μέσον ἑαυτὸν ἐμβαλόντα, διορθοῦν· εἰ μὲν βούλει, διὰ τὸ τοῦ πλησίον· εἰ δὲ μὴ, κἂν διὰ τό σοι λυσιτελοῦν. Τὸ μὲν γὰρ βέλτιον ἐκεῖνο· εἰ δὲ μὴ φθάνεις πρὸς ἐκεῖνο τὸ ὕψος, κἂν διὰ τοῦτο ποίει. Καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἵνα τὸ ἑαυτοῦ εὕρῃ· καὶ ἐννοήσαντες, ὅτι οὔτε ἀκτημοσύνη, οὔτε μαρτύριον, οὔτε ἄλλο οὐδὲν ἡμῶν προστῆναι δυνήσεται, ἂν μὴ τὴν ἄκραν ἀγάπην ἔχωμεν, ταύτην πρὸ τῶν ἄλλων διατηρῶμεν, ἵνα καὶ τῶν ἄλλων δι' αὐτῆς ἐπιτύχωμεν καὶ τῶν παρόντων καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΚΣΤ ʹ.
Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς
παραδόσεις, οὕτω κατέχετε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὡς αὐτῷ προσῆκον ἦν, καὶ τελειότατον αὐτὸν διὰ πάντων ἐργασάμενος, μέτεισιν ἐφ'