161
ἐμφωλεύοντες καὶ τὰς τῶν Αἰγυπτίων ψυχὰς πάσῃ δεισιδαιμονίας πλάνῃ καταδουλούμενοι, συναισθόμενοι ξένης τινὸς καὶ ἐνθέου δυνάμεως ἐπιδημούσης αὐτοῖς, αὐτίκα συνεκινοῦντο, σάλον καὶ κλόνον ἐν ἑαυτοῖς πάσχοντες, ἥ τε καρδία αὐτῶν καὶ ἡ διανοητικὴ δύναμις ἡττᾶτο ἔνδον ἐν ἑαυτοῖς, ὑποχωροῦσα καὶ νικωμένη ὑπὸ τῆς ἀοράτως συνελαυνούσης καὶ πυρὸς δίκην ἀρρήτῳ λόγῳ φλεγούσης αὐτοὺς δυνάμεως. 6.20.12 ἀλλὰ τότε μὲν ἀοράτως οἱ δαίμονες ταῦτ' ἔπασχον ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὴν Αἴγυπτον ἐνσάρκῳ ἐπιδημίᾳ, ἐπειδὴ δὲ μετὰ ταῦτα γυμνῶς ἤδη λοιπὸν τὸ περὶ αὐτοῦ εὐαγγέλιον τοῖς Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσιν, ἐκηρύττετο, ἥ τε ἀόρατος αὐτοῦ δύναμις σὺν τοῖς ἀποστόλοις αὐτοῦ παρῆν, ἀφανῶς συμπράττουσα αὐτοῖς καὶ συνεργοῦσα καὶ καταγγέλλουσα δι' αὐτῶν τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ, μόνον τὸν ἕνα καὶ μόνον ἀληθῆ θεὸν εὐσεβεῖν παρακελευομένη, τῶν δὲ δαιμόνων τοὺς πάλαι πεπλανημένους ἀφιστῶσα, 6.20.13 ἐνταῦθα λοιπὸν ἤδη Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσιν, στάσις καὶ πόλεμος ἐμφύλιος συνίστατο, τῶν μὲν ἀναχωρούντων τῆς πολυθέου πλάνης καὶ τῷ τοῦ Χριστοῦ λόγῳ προστρεχόντων, τῶν δὲ ἐξ ἐναντίας τούτοις πολεμούντων καὶ ὑπὸ τῶν οἰκείων δαιμόνων ἐξοιστρουμένων, ὡς καὶ ἀδελφοὺς ἀλλήλων διίστασθαι καὶ τοὺς φιλτάτους διὰ ξιφῶν χωρεῖν τῆς τοῦ Χριστοῦ διδασκαλίας ἕνεκεν. διό φησιν ὁ χρησμός· «καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ». 6.20.14 πιστοῦται δὲ τὴν προφητικὴν πρόρρησιν καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν, φάσκων ἐν τοῖς εὐαγγελίοις· «παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς», 6.20.15 καὶ αὖθις· «μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην δοῦναι ἐν τῇ γῇ, οὐχὶ λέγω ὑμῖν, ἀλλ' ἢ διαμερισμόν. ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνί, τρεῖς διαμεμερισμένοι ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν· διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην, καὶ νύμφη ἐπὶ τὴν πενθεράν». 6.20.16 τί γὰρ ταῦτα τῆς προφητικῆς διαφέροι ἂν φωνῆς ἐπὶ τῇ τοῦ κυρίου εἰς Αἴγυπτον παρουσίᾳ λεγούσης «ἐπεγερθήσεσθαι Αἰγυπτίους κατ' Αἰγυπτίων καὶ πολεμήσειν ἄνθρωπον τὸν ἀδελφὸν αὐτοῦ»; καὶ «νόμος» δὲ ὁ τῆς καινῆς διαθήκης τοῦ Χριστοῦ «ἐπὶ νόμον» τὸν τῆς πολυθέου δεισιδαιμονίας ἠγείρετο, ὅ τε τῶν εἰδωλολατρῶν ἐθνῶν νόμος τὴν Χριστοῦ πολεμῶν διδασκαλίαν, «πόλις» τε καὶ πολιτεία τῆς ἐν Χριστῷ ἐκκλησίας τοῖς τῶν ἀπίστων ἐθνῶν πολιτεύμασιν ἐπανίστατο. 6.20.17 διὸ λέλεκται· «πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον». ἔστιν δὲ ἐπὶ τούτοις τοὺς Αἰγυπτίους πάντας τοὺς εἰδωλολάτρας τό τε ἐνεργοῦν ἐν αὐτοῖς τῆς εἰδωλολατρίας πνεῦμα συνιδεῖν ταραττομένους εἰσέτι νῦν, καὶ πολλὰ μὲν βουλευομένους κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας, ὡς ἂν σβέσοιεν αὐτὴν καὶ ἐξ ἀνθρώπων ἀφανίσοιεν, διασκεδαννυμένους δὲ ὑπὸ τοῦ θεοῦ, φήσαντος ἐν τῇ προφητείᾳ· «καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω». 6.20.18 μυρία δὲ ὅσα πυνθανόμενοι καὶ «ἐπερωτῶντες» καθ' ἡμῶν ἔν τε χρησμοῖς καὶ μαντείαις «τοὺς θεοὺς αὐτῶν», καὶ τοὺς ἐν τοῖς ἀγάλμασιν ἐμφωλεύοντας δαίμονας, τούς τε πάλαι ἐν αὐτοῖς πολλὰ δυναμένους «ἐγγαστριμύθους», οὐδέν τι πλέον ἐξ αὐτῶν ἔχουσιν. 6.20.19 διό φησιν ὁ λόγος· «καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐγγαστριμύθους». ἀλλ' οὐδεμιᾶς γάρ, φησίν, τεύξονται βοηθείας οἱ ἐπὶ τοὺς πεπλανημένως δοκοῦντας αὐτῶν εἶναι θεοὺς καταφεύγοντες, τότε μάλιστα αὐτοὺς τοῦ θεοῦ κυρίοις σκληροῖς καὶ βασιλεῦσιν παραδιδόντος, ὅτε τοῖς δαίμοσιν αὐτῶν πειθόμενοι καὶ ὑπ' αὐτῶν ἐνεργούμενοι τοὺς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοὺς ἐπεγείρουσιν. 6.20.20