λαὸν κατὰ τῶν ἐν Τριαδίτζῃ φρουρίων, ἔξαρχον ἔχοντα τὸν Ξιφίαν, ἐκπέμπει. καὶ οὗτος δὲ τὰ ἐν τοῖς ὑπαίθροις πάντα καταστρεψάμενος εἷλε πολιορκίᾳ τὸ ἔρυμα, ὃ Βοιὼ καλεῖται. Bas+Const8.39 Ὁ δὲ βασιλεὺς ἀπελθὼν ἐν Κωνσταντινουπόλει, κατὰ τὸν Ἰαννουάριον μῆνα τοῦ ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ εἰκοστοῦ τετάρτου ἔτους, στόλον εἰς Χαζαρίαν ἐκπέμπει, ἔξαρχον ἔχοντα τὸν Μογγόν, υἱὸν Ἀνδρονίκου δουκὸς τοῦ Λυδοῦ· καὶ τῇ συνεργίᾳ Σφέγγου τοῦ ἀδελφοῦ Βλαδιμηροῦ, τοῦ γαμβροῦ τοῦ βασιλέως, ὑπέταξε τὴν χώραν, τοῦ ἄρχοντος αὐτῆς Γεωργίου τοῦ Τζούλη ἐν τῇ πρώτῃ προσβολῇ συλληφθέντος. τότε καὶ Σεναχηρεὶμ ὁ τῆς ἄνω Μηδίας ἄρχων, ἣν Ἀσπρακανίαν ὀνομάζουσι σήμερον τῷ βασιλεῖ παγγενεὶ προσέδραμε, τὴν ὑπείκουσαν αὐτῷ παραδεδωκὼς ἅπασαν χώραν, πατρίκιος τιμηθεὶς καὶ στρατηγὸς Καππαδοκίας, καὶ κτήσεις ἀντιλαβὼν τάσδε τὰς πόλεις, τὴν Σεβάστειαν, τὴν Λάρισσαν, τὴν Ἄβαραν, καὶ ἄλλας κτήσεις πολλάς. στενοχωρούμενος γὰρ οὗτος ὑπὸ τῶν προσοίκων Ἀγαρηνῶν καὶ μὴ οἷος ὢν ἀντέχειν προσέδραμε τῷ βασιλεῖ, παραδοὺς τὴν ἑαυτοῦ χώραν. ἧς ἄρχειν ἀποσταλεὶς Βασίλειος πατρίκιος ὁ Ἀργυρὸς καὶ τοῖς ὅλοις πταίσας παραλύεται τῆς ἀρχῆς. καὶ διάδοχος αὐτοῦ πέμπεται Νικηφόρος πρωτοσπαθάριος ὁ Κομνηνός, ὃς κατὰ χώραν γενόμενος καὶ τὰ μὲν πειθοῖ, τὰ δὲ βίᾳ χρώμενος ὑπήκοον τῷ βασιλεῖ τὴν χώραν ἐποίησεν. Bas+Const8.40 Ἑξακισχιλιοστῷ δὲ πεντακοσιοστῷ εἰκοστῷ τετάρτῳ ἔτει, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, ἀπάρας τῆς βασιλίδος ὁ βασιλεὺς ἄπεισιν εἰς Τριάδιτζαν, καὶ τὸ φρούριον Πέρνικον περικαθίσας ἐπολιόρκει, τῶν ἔνδον δὲ καρτερῶς καὶ ἐκθύμως ἀγωνιζομένων, καὶ πολλῶν Ῥωμαίων πιπτόντων. ἐφ' ὅλας ὀγδοήκοντα καὶ ὀκτὼ ἡμέρας προσλιπαρήσας τῇ πολιορκία, ὡς ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἄπρακτος ὑπεχώρησεν καὶ εἰς Μοσυνούπολιν κατῆλθεν. ἐν ᾗ τὸν λαὸν διαναπαύσας, ἔαρος ἐπιστάντος ἄρας ἐκ Μοσυνουπόλεως εἴσεισιν εἰς Βουλγαρίαν καὶ περικαθίσας φρούριον τὸ λεγόμενον Λογγᾶν εἷλε πολιορκίᾳ. ∆αβὶδ δὲ τὸν Ἀριανίτην καὶ Κωνσταντῖνον τὸν ∆ιογένην εἰς τὰς κατὰ Πελαγονίαν πεδιάδας ἐκπέμψας ζῴων πολλῶν καὶ αἰχμαλώτων ἐγένετο κύριος. τὸ δὲ ληφθὲν φρούριον ἐμπρήσας ὁ βασιλεύς, καὶ τριχῇ τοὺς ἁλόντας μερισάμενος, καὶ μίαν μὲν μερίδα τοῖς συμμαχοῦσι παρεσχηκὼς Ῥῶς, ἑτέραν δὲ Ῥωμαίοις, καὶ ἄλλην ἑαυτῷ παρακατασχών, ἐχώρει προσωτέρω. καὶ μέχρι Καστορίας ἐλθὼν καὶ τῆς πόλεως ἀποπειραθείς, ὡς ᾔσθετο ἀνεπιχείρητον αὐτὴν οὖσαν, ὑπέστρεψεν. ἐδέξατο γὰρ καὶ γράμμα τοῦ στρατηγοῦντος ἐν ∆οροστόλῳ Τζοτζικίου, τοῦ υἱοῦ τοῦ πατρικίου Θευδάτου τοῦ Ἴβηρος, ὡς ὁ Κρακρᾶς λαὸν ὅτι πλεῖστον ἀθροίσας καὶ τῷ Ἰωάννῃ ἑνωθείς, προσλαβόμενοι δὲ καὶ Πατζινάκας, μέλλουσιν εἰσβολὴν κατὰ Ῥωμανίας ποιήσασθαι. τούτῳ τῷ γράμματι θορυβηθεὶς ἐπανῄει διὰ ταχέων. ἐν τῷ παριέναι δὲ τό τε φρούριον εἷλε τὰ Βοσόγραδα καὶ ἐνέπρησε, καὶ τὴν Βέρροιαν ἐπικτήσας, δῃώσας δὲ καὶ κατερειπώσας τὰ πέριξ Ὀστροβοῦ καὶ Μολισκοῦ, ἔστη τοῦ προσωτέρω ἰέναι. ἀπηγγέλη γὰρ αὐτῷ, ὡς ἡ μελετωμένη τῷ Κρακρᾷ καὶ τῷ Ἰωάννῃ κατὰ Ῥωμαίων ἔφοδος ἐνεποδίσθη, τῶν Πατζινάκων μὴ δόντων συμμαχίαν αὐτοῖς. διὸ καὶ ὑποστρέψας πολιορκεῖ φρούριον ἄλλο τὴν Σέτεναν, ἐν ᾗ βασίλεια ἦσαν τοῦ Σαμουὴλ καὶ σῖτος ἀπέκειτο πολύς, ὃν τῷ λαῷ διαρπάσαι κελεύσας, τἆλλα πάντα κατέφλεξεν. ἐξέπεμψε δὲ καὶ κατὰ Ἰωάννου οὐ μακρὰν ἀπέχοντος τὸ τάγμα τῶν σχολῶν τῆς δύσεως καὶ τὸ τῆς Θεσσαλονίκης, ἡγεμόνα ἔχοντα Κωνσταντῖνον τὸν ∆ιογένην. τούτοις ἀπιοῦσιν ἐνήδρευσεν ὁ Ἰωάννης. μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς ἐξιππασάμενος, καὶ μηδὲν ἄλλο εἰπών, ἀλλ' ἢ ὅστις πολεμιστής, ἀκολουθείτω μοι, ἀπῄει κατὰ σπουδήν. τοῦτο γνόντες οἱ τοῦ Ἰωάννου σκοποὶ μετὰ φόβου πρὸς τὸ τοῦ Ἰωάννου στρατόπεδον ἔρχονται, καὶ δειλίας καὶ ταραχῆς τοῦτο ἐνέπλησαν, μηδὲν ἄλλο βοῶντες, ἀλλ' ἢ βεζεῖτε, ὁ τζέσαρ. πάντων οὖν φευγόντων ἀκόσμως σὺν τῷ Ἰωάννῃ, οἱ περὶ τὸν ∆ιογένην ἀναθαρρήσαντες κατόπιν ἐδίωκον. καὶ κτείνουσι μὲν πολλούς,