163
παραμυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν. Εἰπὼν γὰρ, Μὴ κατακαυχῶ, καὶ ὅτι Εἰ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἔδειξε τῷ Ἰουδαίῳ, ὅτι καυχήσεως ἄξια τὰ γεγενημένα, εἰ καὶ μὴ κατακαυχᾶσθαι δεῖ· καὶ διεγείρων αὐτὸν καὶ παροξύνων εἰς πίστιν, καὶ ἐν τάξει συνηγόρου βάλλων, καὶ δεικνὺς αὐτῷ τὴν ζημίαν, ἣν ὑπέμεινε, καὶ ὅτι τὰ ἐκείνων κατέχουσιν ἕτεροι. Ἐρεῖς οὖν, φησὶ, Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. Πάλιν ἐν τάξει ἀντιθέσεως τὸ ἐναντίον τῷ προτέρῳ κατασκευάζει, δεικνὺς ὅτι καὶ τὰ μικρῷ ἔμπροσθεν εἰρημένα οὐχὶ προηγουμένως ἔλεγεν, ἀλλὰ ἐφελκόμενος αὐτούς. Οὐκέτι γὰρ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, οὐδὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, οὐδὲ διὰ τοῦτο ἐσώθημεν ἐπειδὴ ἔπεσον, ἀλλὰ τοὐναντίον. Καὶ δείκνυσι προηγουμένην καὶ τὴν εἰς τὰ ἔθνη πρόνοιαν, εἰ καὶ δοκεῖ ἑτέρως σχηματίζειν τὰ εἰρημένα· καὶ ὅλον τὸ χωρίον δι' ἀντιθέσεως ὑφαίνει, ἑαυτὸν ἀπαλλάττων τῆς κατὰ τὴν ἀπέχθειαν ὑπονοίας, καὶ εὐπαράδεκτον ποιῶν τὸν λόγον. Καλῶς. Ἐπῄνεσε τὸ εἰρημένον· εἶτα καὶ φοβεῖ πάλιν λέγων· Τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἐνεκεντρίσθης. Ἰδοὺ πάλιν ἕτερον αὐτῶν ἐγκώμιον, καὶ ἐκείνων κατηγορία. Ἀλλὰ πάλιν αὐτῶν καταστέλλει τὸ φύσημα, ἐπάγων καὶ λέγων· Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Οὐ γὰρ φύσεως τὸ πρᾶγμά ἐστιν, ἀλλὰ πίστεως καὶ ἀπιστίας. Καὶ δοκεῖ μὲν πάλιν ἐπιστομίζειν τὸν ἐξ ἐθνῶν, διδάσκει δὲ τὸν Ἰουδαῖον, ὅτι 60.590 οὐ δεῖ τῇ τῆς φύσεως συγγενείᾳ προσέχειν· διὸ καὶ ἐπάγει· Μὴ ὑψηλοφρόνει. Καὶ οὐκ εἶπε, Ταπεινοῦ, ἀλλὰ, Φοβοῦ· ἡ γὰρ ἀπόνοια καταφρόνησιν ἐμποιεῖ καὶ ῥᾳθυμίαν. Εἶτα μέλλων ἐκτραγῳδεῖν αὐτῶν τὴν συμφορὰν, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον, ἐν τάξει τῆς πρὸς ἐκεῖνον ἐπιτιμήσεως αὐτὸ τίθησιν οὕτω λέγων· Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο· καὶ οὐκ εἶπεν, Οὐδὲ σοῦ φείσεται, ἀλλὰ, Μή πως οὐδὲ σοῦ φείσηται· ὑποτεμνόμενος τοῦ λόγου τὸ φορτικὸν, καὶ ποιῶν ἐναγώνιον τὸν πιστὸν εἶναι, κἀκείνους ἐφελκόμενος, καὶ τούτους καταστέλλων. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ. Ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δὲ σὲ, χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Καὶ οὐκ εἶπεν, Ἴδε οὖν κατόρθωμα σὸν, ἴδε οὖν πόνους σοὺς, ἀλλὰ Θεοῦ φιλανθρωπίαν, δεικνὺς ὅτι τὸ πᾶν τῆς χάριτος τῆς ἄνωθεν γέγονε, καὶ παρασκευάζων τρέμειν. Ἡ γὰρ ὑπόθεσις τῆς καυχήσεως, αὕτη σε ποιεῖ δεδοικέναι. Ἐπεὶ γὰρ χρηστὸς περὶ σὲ γέγονεν ὁ ∆εσπότης, διὰ τοῦτο φοβοῦ· οὐ γὰρ ἀκινητά σοι μένει τὰ ἀγαθὰ, ἐὰν ῥᾳθυμῇς· ὥσπερ οὖν οὐδὲ ἐκείνοις τὰ κακὰ, ἐὰν μεταβάλωνται. Καὶ γὰρ σὺ, φησὶν, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, ἐκκοπήσῃ. Καὶ ἐκεῖνοι δὲ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἐξέκοψεν, ἀλλ' αὐτοὶ ἐξεκλάσθησαν, καὶ ἔπεσον. Καὶ καλῶς εἶπεν, Ἐξεκλάσθησαν· οὐδέποτε γὰρ οὕτως αὐτοὺς ἐξέβαλε, καίτοι πολλὰ πολλάκις ἡμαρτηκότας. Εἶδες ὅσον τῆς προαιρέσεως τὸ κῦρος; πόση τῆς γνώμης ἡ ἐξουσία; Οὐδὲν γὰρ τούτων ἀκίνητον, οὔτε τὸ σὸν καλὸν, οὔτε τὸ ἐκείνου κακόν. Εἶδες πῶς καὶ ἐκεῖνον ἀπογινώσκοντα ἀνέστησε, καὶ τοῦτον θαῤῥοῦντα κατέστειλε; Μήτε γὰρ σὺ ἀποτομίαν ἀκούων, ἀπαγορεύσῃς, μήτε σὺ χρηστότητα, θαῤῥήσῃς. ∆ιὰ τοῦτό σε ἀποτόμως ἐξέκοψεν, ἵνα ποθήσῃς ἐπανελθεῖν· διὰ τοῦτο περὶ σὲ χρηστότητα ἐνεδείξατο, ἵνα ἐπιμείνῃς. Καὶ οὐκ εἶπε, Τῇ πίστει, ἀλλὰ, Τῇ χρηστότητι, τουτέστιν, ἂν ἄξια τῆς τοῦ Θεοῦ φιλανθρωπίας πράττῃς· οὐ γὰρ πίστεως δεῖ μόνον. Ὁρᾷς πῶς οὔτε ἐκείνους ἀφῆκε κεῖσθαι, οὔτε τούτους μέγα φρονεῖν, ἀλλὰ καὶ παρεζήλωσε τούτους, πάλιν δι' ἐκείνων δοὺς τῷ Ἰουδαίῳ στῆναι εἰς τὸν τούτου τόπον, καθάπερ ἐκεῖνος προκατέλαβε τὸ τούτου χωρίον; Καὶ τὸν μὲν ἐξ ἐθνῶν ἀπὸ τῶν Ἰουδαίων φοβεῖ καὶ τῶν ἐκείνοις συμβεβηκότων, ἵνα μὴ ἐπαίρωνται κατ' αὐτῶν· τὸν δὲ Ἰουδαῖον ἀπὸ τῶν τῷ Ἕλληνι παρασχεθέντων θαῤῥεῖν παρασκευάζει. Καὶ γὰρ καὶ σὺ ἐκκοπήσῃ, φησὶν, ἐὰν ῥᾳθυμῇς· καὶ γὰρ ὁ Ἰουδαῖος ἐξεκόπη· καὶ ἐκεῖνος