165
σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἤκουσάν μου τὸ ὄνομα οὐδὲ ἑωράκασίν μου τὴν δόξαν, καὶ ἀναγγελοῦσί μου τὰ ἔργα ἐν τοῖς ἔθνεσιν». 6.25.2 Ἄντικρυς καὶ ἐν τούτοις ἡ τοῦ κυρίου εἰς ἀνθρώπους παρουσία δηλοῦται. καὶ ἐπειδήπερ εἴρηται «ὡς πῦρ ἥξειν», εἰκότως φησὶν ὁ σωτὴρ ἡμῶν· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» «ἅρματα» δὲ «αὐτοῦ» τὰς δορυφορούσας αὐτὸν θείας δυνάμεις καὶ τοὺς ἐξυπηρετουμένους αὐτῷ ἱεροὺς ἀγγέλους εἴποις ἄν, περὶ ὧν εἴρηται· «καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ», καὶ τοὺς ἱεροὺς ἀποστόλους αὐτοῦ καὶ μαθητάς, οἷς ἐποχούμενος ἐνθέῳ καὶ ἀοράτῳ δυνάμει ὁ τοῦ θεοῦ λόγος τὴν πᾶσαν διέδραμεν οἰκουμένην. 6.25.3 λέγοιτο δ' ἂν καὶ ἄλλως πρὸς λέξιν, «πῦρ» καὶ «ἅρματα» καταγγέλλεσθαι σὺν τῇ αὐτοῦ παρουσίᾳ, διὰ τὴν καταλαβοῦσαν πολιορκίαν τὴν Ἱερουσαλὴμ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἄφιξιν, μεθ' ἣν οὐκ εἰς μακρὰν ὁ μὲν νεὼς αὐτὸς ἐπυρπολεῖτο καὶ τὴν ἐσχάτην ὑπέμενεν ἐρημίαν, ἡ δὲ πόλις ἐκυκλώθη ὑπὸ ἁρμάτων καὶ στρατοπέδων πολεμικῶν, μεθ' ἃ καὶ τὰ περὶ τῶν ἐθνῶν ἁπάντων προηγγελμένα συμφώνως τῇ προφητείᾳ τέλους ἔτυχεν. 6.25.4 Τίς δ' οὐκ ἂν θαυμάσειεν ἀκούων τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· «ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας», ὁρῶν καθ' ὅλης τῆς τῶν ἀνθρώπων γῆς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας τε καὶ κλήσεως τὰς τῶν ἐθνῶν συναγωγὰς ἐπ' ὀνόματος τοῦ Χριστοῦ συγκροτουμένας, τάς τε γλώσσας ἁπάντων τῶν ἐθνῶν ἐν παντοίαις διαλέκτοις ἀνθρώπων τὸν ἕνα θεὸν καὶ κύριον ἐπικαλουμένας; καὶ ἐπὶ πᾶσιν δὲ τούτοις, τίς θεώμενος τῷ σωτηριώδει σημείῳ πάντας τοὺς εἰς Χριστὸν πεπιστευκότας σφραγῖδι χρωμένους, οὐκ ἂν εὐλόγως καταπλαγείη ἀκούων πρόπαλαι τοῦ κυρίου εἰρηκότος· «καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον»; 6.25.5 ἐν μέρει μὲν οὖν ἐντεῦθεν ἤδη κατὰ τὴν προτέραν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τῶν θείων χρησμῶν τὰ ἀποτελέσματα· γένοιτο δ' ἂν ἐντελῆ ταῦτα καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, ὅτε «πάντα τὰ ἔθνη» «ὄψονται τὴν δόξαν» αὐτοῦ ἐρχόμενόν τε αὐτὸν ἐξ οὐρανῶν «μετὰ δυνάμεως καὶ δόξης πολλῆς». ἀναχθείη δ' ἂν εἰς ἐκεῖνο καιροῦ καὶ τὰ λοιπὰ τῶν ἐν τῇ προρρήσει δηλουμένων, ὥσπερ οὖν συστήσομεν κατὰ τὴν οἰκείαν ὑπόθεσιν. Τοσούτων ἡμῖν ἐπὶ τοῦ παρόντος συνειλεγμένων περὶ τῆς εἰς ἀνθρώπους θεσπιζομένης ἔσεσθαι παρουσίας θεοῦ, ἑξῆς ἂν εἴη ἐπισυνάψαι, ὁποῖός τις ὁ τρόπος τῆς προτέρας αὐτοῦ εἰς τὸν ἀνθρώπινον βίον παρόδου γενήσεσθαι προανεφωνεῖτο. 7.Pin.t Τάδε ἔνεστιν ἐν τῷ ἑβδόμῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 7.Pin.1 αʹ. Τίς ὁ τρόπος τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδημίας. ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ τοῦ Ἡσαΐου. βʹ. Ἀπὸ τοῦ αὐτοῦ. γʹ. Ἀπὸ τοῦ αὐτοῦ. 7.Pin.2 βʹ. Ποῦ γῆς ὁ χριστὸς γεννηθήσεσθαι προεφητεύετο. δʹ. Ἀπὸ τοῦ Μιχαία. εʹ. Ἀπὸ τοῦ Ψαλμοῦ ρλαʹ. 7.Pin.3 γʹ. Ἀφ' οἵου γένους προελεύσεσθαι ἐβοᾶτο. ʹ. Ἀπὸ τῆς βʹ τῶν Παραλειπομένων. ζʹ. Ἀπὸ Ψαλμοῦ οαʹ. ηʹ. Ἀπὸ τοῦ Ἡσαΐου. θʹ. Ἀπὸ τοῦ Ἱερεμίου. ιʹ. Ἀπὸ τῆς Γενέσεως. 7.t.1 Εὐαγγελικῆς ἀποδείξεως τόμος ζʹ. Θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι καὶ σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύσεσθαι, δύο τε ταῦτα μέγιστα. τεκμήρια τῆς αὐτοῦ παρουσίας ἔσεσθαι, κλῆσιν ἐπ' ἀναλήψει τῆς ἀληθοῦς θεογνωσίας τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν, ἀπόπτωσίν τε καὶ ἐρημίαν διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῦ Ἰουδαίων ἔθνους, ἐν τῷ πρὸ τούτου συγγράμματι διὰ τῶν προφητικῶν φωνῶν μεμαθηκότες, ἐπισκεψάμενοί τε κατὰ τὸ αὐτὸ ὁποίου τέλους ἔτυχεν τὰ προηγορευμένα, ἑξῆς καὶ ἀκολούθως ἐν ἑβδόμῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως τὸν τρόπον ἐπιθεωρῆσαι πειρασόμεθα, καθ' ὅν φησιν αὐτὸν τὴν εἰς ἀνθρώπους ποιήσασθαι πάροδον.