166
ἐκείνων σπουδῆς μὴ τυγχάνοντα τῶν ἀγαθῶν, ἐπάγει τὴν προφητείαν λέγων· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἀκούοντα δὲ τὰ ἔθνη. Τοῦτο καὶ αὐτοὺς προθυμοτέρους ἐποίει, ὅτι ὧν ἐκεῖνοι ὤφειλον ἀκούσαντες ἀπολαῦσαι, αὐτοὶ τούτων ἀπολαύουσι, κἀκείνους μᾶλλον ἔδακνεν. Ἀκούοντα δὲ τὰ ἔθνη, φησὶν, ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου· καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· τουτέστιν, ἀφωρισμένοι τῷ Θεῷ. Ὅρα πῶς δείκνυσι τὸ τάχος τῆς ὠφελείας. ∆ιεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι' ὅλης τῆς χώρας· τουτέστι, διεκομίζετο. Ὡσεὶ ἔλεγεν· Οὐκ ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν. Ὅρα πάλιν πῶς διωκόμενοι ἕτερα κατασκευάζουσι μεγάλα διὰ τοῦ ζήλου· κατεσκεύασαν γὰρ τὸ παῤῥησιάσασθαι αὐτοὺς, καὶ εἰς τὰ ἔθνη ἐλθεῖν· καὶ ἄκουε πῶς. Παῤῥησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· Ὑμῖν, φησὶν, ἦν ἀναγκαῖον πρῶ 60.222 τον λαληθῆναι τὸν λόγον· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ἄρα ἔμελλον λοιπὸν ἐξελθεῖν εἰς τὰ ἔθνη. Ἀλλ' ὅρα καὶ τὴν παῤῥησίαν μέτρῳ γινομένην· καὶ εἰκότως. Εἰ γὰρ Πέτρος ἀπελογεῖτο, πολλῷ μᾶλλον οὗτοι ἀπολογίας ἐδέοντο, οὐδενὸς αὐτοὺς καλέσαντος ἐκεῖ. Εἰπὼν δὲ, Πρῶτον, ἔδειξεν ὅτι κἀκείνοις ἔδει· καὶ εἰπὼν, Ἀναγκαῖον, ἔδειξεν ὅτι κἀκείνοις ἀναγκαῖον. Ἐπειδὴ δὲ ἀποστρέφεσθε· οὐκ εἶπεν, Οὐαὶ ὑμῖν, καὶ ὅτι Κολάζεσθε· ἀλλ' ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη. Εἶδες πῶς πολλῆς ἐπιεικείας ἡ παῤῥησία γέμει; Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας, καὶ τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐκβάλλουσιν αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Ὁρᾷς ὅσον ἤνυσαν οἱ ἐναντιούμενοι τῷ κηρύγματι; εἰς ὅσην ἀσχημοσύνην αὐτὰς ἤγαγον; Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν αὐτῶν ἐπ' αὐτοὺς, ἦλθον εἰς Ἰκόνιον. Ἐνταῦθα τὸ φοβερὸν ἐποίουν λοιπὸν, ὃ προσέταξεν ὁ Χριστὸς, λέγων· Καὶ ἐὰν μή τις ὑμᾶς δέξηται, ἐξερχόμενοι ἐκτινάξατε τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν. Αὐτοὶ δὲ οὐδὲ ἁπλῶς τοῦτο ἐποίησαν, ἀλλ' ἐπειδὴ ἀπηλάθησαν παρ' αὐτῶν. Πλὴν οὐδὲ τοῦτο τοὺς μαθητὰς ἔβλαψεν, ἀλλὰ μᾶλλον ἐπέμενον τῷ λόγῳ. ∆ιὸ καὶ τοῦτο δηλῶν ἐπάγει· Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος ἁγίου. Πάθος γὰρ διδασκάλου παῤῥησίαν οὐκ ἐγκόπτει, ἀλλὰ προθυμότερον ποιεῖ τὸν μαθητήν. Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως, ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πλῆθος πολύ. Πάλιν εἰς τὰς συναγωγὰς εἰσέρχονται. Ὅρα πῶς οὐκ ἐγένοντο δειλότεροι, εἰπόντες ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη. Ἐκ πολλῆς τῆς περιουσίας ὅμως ἀναιροῦσιν αὐτῶν τὴν ἀπολογίαν. Ὥστε πιστεῦσαι, φησὶν, Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος Εἰκὸς γὰρ αὐτοὺς ὡς καὶ πρὸς Ἕλληνας διαλέγεσθαι. Οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι, ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Κατὰ τὸ αὐτὸ λοιπὸν καὶ τὰ ἔθνη ἐπήγειραν, ὡς οὐκ ἀρκοῦντες αὐτοί. Τί οὖν ἐκεῖθεν οὐκ ἐξῆλθον; Οὐ γὰρ ἐδιώκοντο, ἀλλ' ἐπολεμοῦντο μόνον. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παῤῥησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. Τοῦτο ἐποίει τὴν παῤῥησίαν· μᾶλλον δὲ τὴν μὲν παῤῥησίαν ἐποίει ἡ αὐτῶν προθυμία. ∆ιὰ γὰρ τοῦτο μέχρι πολλοῦ οὐδαμῶς σημεῖα οὐ ποιοῦσι· τὸ δὲ πιστεῦσαι τοὺς ἀκούοντας, τῶν σημείων ἦν. Συνετέλει γοῦν τι καὶ ἡ παῤῥησία. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Οὐ μικρὸν εἰς κατηγορίαν καὶ αὐτὸ τὸ σχισθῆναι. Τοῦτο ἦν ὃ ἔλεγεν ὁ Χριστός· Οὐ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν, καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτοὺς, συνιδόντες κατέφυγον εἰς τὰς κύκλῳ πόλεις τῆς Λυκαονίας, 60.223 Λύστραν καὶ ∆έρβην, καὶ τὴν περίχωρον, κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι. βʹ. Πάλιν ὥσπερ ἐπίτηδες ἐκτεῖναι βουλόμενοι τὸ κήρυγμα, μετὰ τὸ αὐξηθῆναι, πάλιν αὐτοὺς