166
καταφρονεῖς, φησὶ, τοὺς ἀγγέλους αἰδέσθητι. εʹ. Ἄρα τὸ καλύπτεσθαι, ὑποταγῆς καὶ ἐξουσίας· κάτω γὰρ νεύειν παρασκευάζει καὶ ἐντρέπεσθαι καὶ τὴν οἰκείαν διατηρεῖν ἀρετήν. Ἀρετὴ γὰρ ἀρχομένου καὶ τιμὴ τὸ μένειν ἐπὶ τῆς ὑπακοῆς. Ὁ μὲν γὰρ ἀνὴρ οὐκ ἀναγκάζεται τοῦτο ποιεῖν· τοῦ γὰρ ∆εσπότου αὐτοῦ ἐστιν εἰκών· ἡ γυνὴ δὲ εἰκότως. Ἐννόησον οὖν τῆς παρανομίας τὴν ὑπερβολὴν, ὅταν τοσαύτῃ τιμηθεὶς ἐξουσίᾳ σαυτὸν καταισχύνῃς, τὸ τῆς γυναικὸς ἁρπάζων σχῆμα. Καὶ ταυτὸν ποιεῖς, ὡς ἂν εἰ διάδημα λαβὼν, ῥίψῃς τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς, ἀντὶ δὲ τοῦ διαδήματος δουλικὸν λάβῃς ἱμάτιον. Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὐδὲ γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ πολλὴν ὑπεροχὴν ἔδωκε τῷ ἀνδρὶ, εἰπὼν ὅτι ἐξ αὐτοῦ ἡ γυνὴ, καὶ ὅτι δι' αὐτὸν καὶ ὑπ' αὐτόν· ἵνα μήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον τοῦ δέοντος, μήτε ἐκείνας ταπεινώσῃ, ὅρα πῶς 61.219 ἐπάγει τὴν διόρθωσιν, λέγων· Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Μὴ γάρ μοι, φησὶ, τὰ πρῶτα ἐξέταζε μόνα, μηδὲ τὴν δημιουργίαν ἐκείνην· ἂν γὰρ τὰ μετὰ ταῦτα ζητῇς, ἑκάτερος ἑκατέρου αἴτιος, μᾶλλον δὲ οὐδὲ οὕτως ἑκάτερος ἑκατέρου, ἀλλ' ὁ Θεὸς ἁπάντων· διό φησιν, Οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός. Οὐκ εἶπεν. Ἐκ τῆς γυναικὸς, ἀλλὰ πάλιν, Ἐκ τοῦ ἀνδρός· ἔτι γὰρ αὐτὸ τοῦτο ἀκέραιον μένει παρὰ τῷ ἀνδρί. Ἀλλ' οὐ τοῦ ἀνδρὸς ταῦτα τὰ κατορθώματα, ἀλλὰ τοῦ Θεοῦ· διὸ καὶ ἐπήγαγε, Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Εἰ τοίνυν τοῦ Θεοῦ τὰ πάντα, αὐτὸς δὲ κελεύει ταῦτα, πείθου καὶ μὴ ἀντίλεγε. Ἐν ὑμῖν αὐτοῖς κρίνατε, πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Πάλιν αὐτοὺς καθίζει δικαστὰς τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε· καὶ γὰρ ἐκεῖ φησι, Κρίνατε ὑμεῖς ὅ φημι· καὶ ἐνταῦθα, Ἐν ὑμῖν αὐτοῖς κρίνατε· καί τι φοβερώτερον αἰνίττεται ἐνταῦθα· τὴν γὰρ ὕβριν ἐνταῦθα εἰς τὸν Θεόν φησι διαβαίνειν. Ἀλλ' οὕτω μὲν οὔ φησιν, ἡμερώτερον δέ πως καὶ αἰνιγματωδέστερον λέγων· Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Ἢ οὐδὲ αὕτη ἡ φύσις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστι; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ. Ὅπερ ἀεὶ ποιεῖ, κοινοὺς λογισμοὺς τιθεὶς, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἐπὶ τὴν κοινὴν συνήθειαν καταφεύγων, καὶ σφόδρα ἐντρέπων τοὺς ἀναμένοντας ταῦτα μανθάνειν παρ' αὐτοῦ, ἃ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας δυνατὸν [ἦν] μανθάνειν· τὰ γὰρ τοιαῦτα, οὔτε βαρβάροις ἄγνωστα. Καὶ ὅρα πῶς πανταχοῦ πληκτικῶς κέχρηται ταῖς λέξεσι· Πᾶς ἀνὴρ προσευχόμενος κατακαλύπτων αὑτοῦ τὴν κεφαλὴν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· καὶ πάλιν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω· καὶ ἐνταῦθα πάλιν, Ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται. Καὶ εἰ ἀντὶ περιβολαίου δέδοται, φησὶ, τίνος ἕνεκεν δεῖ περιβόλαιον ἕτερον προστιθέναι; Ὥστε μὴ ἀπὸ τῆς φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς προαιρέσεως τὴν ὑποταγὴν ὁμολογεῖν. Ὅτι γὰρ δεῖ σε καλύπτεσθαι, προλαβοῦσα καὶ ἡ φύσις ἐνομοθέτησε. Προστίθει τοίνυν καὶ τὰ παρὰ σαυτῆς, ἵνα μὴ δόξῃς καὶ τοὺς τῆς φύσεως ἀνατρέπειν νόμους· ὅπερ πολλῆς ἐστιν ἰταμότητος, μὴ μόνον ἡμῖν, ἀλλὰ καὶ τῇ φύσει πυκτεύειν. ∆ιὸ καὶ Ἰουδαίοις ὁ Θεὸς ἐγκαλῶν ἔλεγεν, Ἔσφαξας τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου· τοῦτο παρὰ πάντα τὰ βδελύγματά σου. Καὶ τοῖς παρὰ Ῥωμαίοις ἀσελγαίνουσι πάλιν ὁ Παῦλος ἐπιτιμῶν, οὕτως αὔξει τὴν κατηγορίαν λέγων, ὅτι οὐ παρὰ νόμον τὸν τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ παρὰ φύσιν ἡ χρῆσις ἦν· Ἐνήλλαξαν γὰρ τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. ∆ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα τοῦτον γυμνάζει τὸν λόγον, τοῦτό τε αὐτὸ δεικνὺς, καὶ ὅτι οὐδὲν ξένον νομοθετεῖ, καὶ ὅτι παρ' Ἕλλησι τὰ τῆς καινοτομίας ἅπαντα τῆς παρὰ φύσιν. Οὕτω καὶ ὁ Χριστὸς τοῦτο δεικνὺς ἔλεγεν· Ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· δηλῶν ὅτι οὐδὲν καινὸν ἐπεισάγει. Εἰ δέ τις δοκεῖ