174
συντρίβων αὐτῶν τοὺς ὀδόντας, οἷς οὐ δεόντως ἐχρήσαντο, καὶ συνθλῶν τὰς μύλας αὐτῶν, δι' ὧν πολλοῖς ἐλυμήναντο· καὶ τέλος εἰς ἐξουδένωσιν αὐτοὺς παραδιδοὺς καὶ χλεύην καὶ ὄνειδος· ὅτε καὶ δίκην τῶν ῥευστῶν καὶ οὐχ ἑστώτων ὑδάτων ἀποῤῥέουσιν, αὐτοὶ ἑαυτοῖς τὸ τοιοῦτον προξενήσαντες τέλος. Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε 23.528 πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας, ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς. Ἀσαφῶς τούτων παρὰ τοῖς Ἑβδομήκοντα φερομένων, μετρίως πως τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ὁ Σύμμαχος, τοῦτον ἑρμηνεύσας τὸν τρόπον· Ὁ τείνων τὸ τόξον αὑτοῦ θορυβηθήτω ὡς τὰ θρυπτόμενα, ὡς περιχωρίον διαλυθὲν, διαφωνείη ἔκτρωμα γυναικὸς, ἵνα μὴ ἴδωσιν ἥλιον. Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνος, ἔτι ζῶντα ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Εἴη δ' ἂν ὁ νοῦς τῶν προκειμένων τοιοῦτος. Ἐπειδὴ τὰ τέλη τῶν ἁμαρτωλῶν ὁποῖα ἔσται διαγράφειν πρόκειται, καὶ ταῦτα πρὸς τοῖς προλεχθεῖσι περιμένειν αὐτοὺς, ὦ υἱοὶ τῶν ἀνθρώπων, μανθάνετε. Ἐλέγετο δὴ πρὸ τούτου, ὅτι Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλάσει Κύριος, καὶ, ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον. Πρὸς τούτοις οὖν καὶ τάδε πείσονται· ὁ πάλαι πρότερον τὸ ἑαυτοῦ τόξον ἐντείνων, βάλλων τε καὶ ἀναιρῶν ἑτέρους ὥσπερ βέλεσι τοῖς ἑαυτοῦ λόγοις, οὗτος ἐν τῷ τῆς κρίσεως καιρῷ θορυβηθήσεται, καὶ τὰ βέλη αὐτοῦ δι' ὧν ἠκόντιζε καὶ ἀνῄρει πολλοὺς, θρυπτόμενα ἀφανισθήσεται. Εἶθ' ὥσπερ χωρίον προχωρῆσαν ἀπὸ γυναικὸς, οὐδεμιᾶς μετέχει ζωῆς, διαλυθὲν δὲ διαφωνεῖ· ἢ ὥσπερ τὸ ἐν τῷ χωρίῳ ἐναποθανὸν ἔκτρωμα, προελθὸν τῆς κατὰ γαστρὸς αὐτὸ φερούσης, οὐδεμιᾶς μετέχει αἰσθήσεως εἰς τὸ ἀπολαῦσαι φωτὸς καὶ ἡλίου· οὕτως οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ οἱ διὰ τῶν προλεχθέντων δηλωθέντες ἔσονται. Τὸ μὲν γὰρ σῶμα αὐτοῖς διαλυθὲν ὁμοίως χωρίῳ, φθορᾷ παραδοθήσεται, ἐλπίδα τῆς μετὰ τῶν ἁγίων ἀναστάσεως οὐχ ἕξον· ἡ δὲ ἐν τῷ σώματι ὥσπερ ἐν χωρίῳ συνειλημένη αὐτῶν ψυχὴ ἐκτρώματι γυναικὸς ὁμοιωθήσεται, μήτε ζωῆς, μήτε φωτὸς, μήτε ἡλίου αὐγῶν ἀπολαύουσα, ἀπὸ σκότους δὲ ἐπὶ σκότος χωρήσει· καὶ οὔτε ἐν χώρᾳ ζώντων ἀναληφθήσεται, οὔτε εὐαρεστήσει τῷ Κυρίῳ ἐν φωτὶ ζώντων· οὐδὲ μὴν ἐρεῖ· Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· στερηθεῖσα δὲ τούτων ἁπάντων, σκότῳ παραδοθήσεται. Οὗ μνημονεύσας ὁ Σωτὴρ, ἔλεγε· ∆ήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ τοῦτο μὲν ἔσται τῶν ἀσεβῶν τὸ τέλος. Τὸν δὲ καρπὸν αὐτῶν καὶ τὰς πράξεις, ἀκανθῶν οὐδὲν διαφέροντας, πρὶν τελεσφορῆσαι καὶ εἰς τελείωσιν κακίας ἐλθεῖν, ἔτι ἐν ἀρχαῖς οὔσας ξηρανεῖ ἡ καταληψομένη αὐτοὺς ἐκ Θεοῦ ὀργή. Ὃ δὴ σημαίνει ὁ λόγος φάσκων· Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνον, ἔτι ζῶντα, ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Ἐπειδὴ τοίνυν τῆς τοῦ Συμμάχου ἑρμηνείας μετρίως πως τὸν νοῦν κατειλήφαμεν, ὥρα καὶ ἐπὶ τὴν τῶν Ἑβδομήκοντα παρελθεῖν, ἔκ τε τῆς λεχθείσης παραθέσεως καὶ τὴν παρ' αὐ 23.529 τοῖς διάνοιαν συνιδεῖν. Φησὶν οὖν· Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως ἀσθενήσουσιν. Ὁ δὴ μέλλων συντρίβειν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷν Κύριος, αὐτὸς τὸ ἑαυτοῦ τόξον ἐπὶ τοσοῦτον κατ' αὐτῶν ἐντενεῖ βάλλων αὐτοὺς καὶ τιμωρούμενος, ἕως ἀσθενήσωσιν. Οἱ δὲ βαλλόμενοι τῷ πεπυρωμένῳ βέλει, κηροῦ δίκην ὑπὸ πυρὸς τηκομένου διαλυθήσονται· ∆ιὸ λέλεκται· Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται, ἔπεσε πῦρ. Ὥσπερ γὰρ πεσόντος πυρὸς διαλυθεὶς κηρὸς ἀφανίζεται, τὸν αὐτὸν τρόπον καὶ οἱ δηλωθέντες ὑπὸ τῆς καταληψομένης αὐτοὺς ὀργῆς