ὀνόματος καὶ τοῦ ῥήματος τικτομένη ἕτερόν τί ποτέ ἐστι παρὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα, καὶ δηλονότι ἰδίᾳ μέρος λόγου ἐστίν. Ταῦτα μὲν ἐν τούτοις.
Ἔλθωμεν δὲ καὶ ζητήσωμεν, διατί ἐπενοήθη ἡ μετοχή. Καὶ λέγο μεν ὅτι διὰ δύο αἰτίας· καὶ πρώτη μέν ἐστιν αὕτη· δύο ὀνόματα πολ λάκις εὑρίσκομεν χωρὶς συνδέσμου παραλαμβανόμενα, οἷον καλὸς ἵππος, ταχὺς κύων, σώφρων ἄνθρωπος, δίκαιος ἄνθρωπος· ἐπὶ δὲ τῶν ῥημά των οὐδὲν τοιοῦτον εὑρίσκομεν, οὐδέποτε γὰρ δύο ῥήματα ὁριστικὰ καθ' ἑνὸς ὑποκειμένου χωρὶς συνδέσμου δύνανται παραλαμβάνεσθαι, εἰ μή πω ἀπόλυτα ὦσιν, οἷον οὐ δυνάμεθα λέγειν Ἀγαμέμνων ἐβασίλευ 298 σεν ἐπολέμησεν, ἀλλὰ μετὰ συνδέσμου Ἀγαμέμνων ἐβασίλευσε καὶ ἐπολέμησεν· πρόσκειται καθ' ἑνὸς ὑποκειμένου, ἐπειδὴ κατὰ ἄλλου καὶ ἄλλου ὑποκειμένου δύνανται παραλαμβάνεσθαι χωρὶς συνδέσμου δύο ῥήματα ὁριστικά, λέγομεν γὰρ ὁ Σωκράτης γράφει, ὁ Πλάτων ἀνα γινώσκει· πρόσκειται εἰ μή πω ἀπόλυτα ὦσιν, ἐπειδὴ ἀπολύτως δύνανται παραλαμβάνεσθαι διάφορα ῥήματα ὁριστικά, οἷον λέγω γράφω περιπατῶ ἀναγινώσκω· ἐπειδὴ δὲ προσερχομένου τοῦ συνδέσμου ἄδηλον ἤμελλε γίνεσθαι ποῖον προτερεύει, εἰ ἄρα τὸ ἐβασίλευσεν, εἰ ἄρα τὸ ἐπολέμησενοἱ γὰρ σύνδεσμοι οἱ συμπλεκτικοὶ τάξιν οὐκ ἐπαγγέλ λονται, οἷον <μ 134> τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ, <ἀντὶ τοῦ> τεκοῦσα καὶ θρέψασα, πρῶτον γάρ τις τίκτει καὶ οὕτω τρέφει, καὶ πάλιν <π 41> αὐτὰρ ὅ γ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν, ἀντὶ τοῦ ὑπερέβη λάϊνον οὐδὸν καὶ εἴσω ἴεν, πρῶτον γάρ τις ὑπερβαίνει τὸν οὐδὸν καὶ οὕτως εἰσέρχεται τούτου χάριν, ἵνα, ὥσπερ δύο ὀνόματα χωρὶς συνδέσμου εὑρίσκονται παραλαμβανό μενα, καὶ δύο ῥήματα εὑρεθῶσι χωρὶς συνδέσμου παραλαμβανόμενα, ἐν ταὐτῷ δὲ ἵνα καὶ ἡ τάξις φυλαχθῇ, παραλαμβάνομεν τὸ ἓν τῶν ῥημάτων τὸ προτερεῦον εἰς μετοχήν, καὶ λοιπὸν δηλοῦται ποῖον προ τερεύει, καὶ χωρὶς συνδέσμου τὰ τῆς συντάξεως παραλαμβάνονται· καὶ εἰ μὲν τὸ ἐπολέμησε προτερεύει, αὐτὸ παραλαμβάνεται εἰς μετο χήν, καὶ γίνεται Ἀγαμέμνων πολεμήσας ἐβασίλευσεν, εἰ δὲ τὸ ἐβασί λευσε προτερεύει, αὐτὸ παραλαμβάνεται εἰς μετοχήν, καὶ γίνεται Ἀγαμέμνων βασιλεύσας ἐπολέμησεν, ὅπερ καὶ ἀληθεύει, πρῶτον γὰρ ἐβασίλευσε καὶ οὕτως ἐπολέμησεν· τούτου οὖν χάριν ἐπενοήθη ἡ μετοχή. ∆ευτέρα δὲ αἰτία τοῦ ἐπινοηθῆναι τὴν μετοχήν ἐστιν αὕτη· τὸ ὄνομα οὐσίαν σημαίνει, οἷον ἄνθρωπος ἵππος Ὅμηρος Πλάτων, τὸ δὲ ῥῆμα πρᾶγμα σημαίνει, οἷον τύπτω γράφω λέγω· τὰ οὖν ῥήματα, ἅτε δὴ πράγματα ὄντα, θέλουσι συνεῖναι ταῖς οὐσίαις, ἤγουν τοῖς ὀνόμασιν, καὶ ἐπειδὴ κλινομένης τῆς οὐσίας, ἤγουν τοῦ ὀνόματος, τὰ ῥήματα οὐ δύνανται <συγ>κλίνεσθαι τῷ ὀνόματι, ἅτε δὴ μὴ ἔχοντα πτώσεις εὐθεῖαι γάρ εἰσι τὰ ῥήματα, οἷον Σωκράτης γράφει λέγομεν, Σωκρά τους δὲ γράφει οὐ λέγομεν, εἰ μή πω ἐπὶ ἑτέρας αὐτὸ σημασίας λάβωμεν, οἷον Σωκράτους φίλος γράφειτούτου χάριν ἐπενοήθη ἡ μετοχή, ἵνα συγκλιθῇ τῷ ὀνόματι ἀντὶ τοῦ ῥήματος καὶ τὸ λεῖπον 299 τῷ ῥήματι ἀναπληρώσῃ· καὶ λοιπὸν λέγομεν Σωκράτης γράφων, Σωκρά τους γράφοντος, Σωκράτει γράφοντι, Σωκράτην γράφοντα, Σώκρατες γράφων, καὶ τὰ ἑξῆς. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα, ὡς εἴρηται, διὰ τοῦτο ἐπε νοήθη ἡ μετοχή, ἵνα τὸ λεῖπον τῷ ῥήματι ἀναπληρώσῃ καὶ συγκλιθῇ τῷ ὀνόματι ἀντὶ τοῦ ῥήματος, δύναται δὲ τὸ ῥῆμα συντάττεσθαι ὀνό ματι ἀντὶ εὐθείας, οἷον Σωκράτης γράφει, διατί ἔχουσι καὶ αἱ μετοχαὶ εὐθεῖαν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἄτοπον ἦν πλαγίους αὐτὰς ἔχειν μὴ οὔσης εὐθείας, μήτηρ γὰρ τῶν πτώσεων ἡ εὐθεῖα· περὶ γὰρ τοῦ ἐμαυτοῦ, διατί οὐκ ἔχει εὐθεῖαν, ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα, ἔτι δὲ περὶ τοῦ ἀλλήλων, διατί οὐκ ἔχει εὐθεῖαν, ἐν τῷ Περὶ συντάξεως Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα· ἄλλως τε δὲ ὀλίγα εἰσὶ ταῦτα, καὶ οὐκ εἰσὶν ἱκανὰ ἀποτελέσαι ἀπο λογίαν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ μετοχαὶ οὔτε πρόσωπα ἔχουσιν οὔτε ἐγκλίσεις· καὶ πρόσωπα μὲν οὐκ ἔχουσιν αἱ μετοχαί, ἐπειδὴ ἐκ τῶν ῥημάτων