176
ἐποίησαν· οὐχὶ εἰς εὐχὰς ἐτράπησαν καὶ ὑμνῳδίας; οὐχὶ εἰς παννυχίδας ἱεράς; οὐχὶ εἰς διδασκαλίαν τὴν μακρὰν ἐκείνην καὶ πολλῆς γέμουσαν φιλοσοφίας; τὰ γὰρ μεγάλα καὶ παράδοξα τότε αὐτοῖς διηγεῖτο καὶ παρήγγελλεν, ἀπελθόντος τοῦ Ἰούδα καλέσαι τοὺς μέλλοντας αὐτὸν σταυροῦν. Οὐκ ἤκουσας πῶς καὶ οἱ τρισχίλιοι οἱ τῆς κοινωνίας ἀπολαύοντες διαπαντὸς ἦσαν προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ, οὐ μέθαις καὶ κώμοις; Σὺ δὲ πρὶν ἢ μὲν μεταλαβεῖν νηστεύεις, ἵνα ὁπωσδήποτε ἄξιος φανῇς τῆς κοινωνίας· ὅταν δὲ μεταλάβῃς, δέον σε ἐπιτεῖναι τὴν σωφροσύνην, πάντα ἀπολλύεις. Καίτοι γε οὐκ ἔστιν ἴσον πρὸ τούτου νήφειν, καὶ μετὰ ταῦτα· δεῖ μὲν γὰρ ἐν ἑκατέρῳ σωφρονεῖν, μάλιστα δὲ μετὰ τὸ δέξασθαι τὸν νυμφίον· πρὸ τούτου μὲν, ἵνα ἄξιος γένῃ τοῦ λαβεῖν, μετὰ δὲ ταῦτα, ἵνα μὴ ἀνάξιος φανῇς ὧν ἔλαβες. Τί οὖν, νηστεύειν δεῖ μετὰ τὸ λαβεῖν; Οὐ λέγω τοῦτο, οὐδὲ καταναγκάζω. Καλὸν μὲν γὰρ καὶ τοῦτο· πλὴν οὐ βιάζομαι τοῦτο, ἀλλὰ παραινῶ μὴ τρυφᾷν εἰς ἀπληστίαν. Εἰ γὰρ οὐδέποτε χρὴ τρυφᾷν, καὶ τοῦτο ὁ Παῦλος ἐδήλωσεν εἰπὼν, ὅτι Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε, πολλῷ μᾶλλον τότε τεθνήξεται. Εἰ δὲ γυναικὶ ἡ τρυφὴ θάνατος, πολλῷ μᾶλλον ἀνδρί· καὶ εἰ ἐν ἄλλῳ καιρῷ τοῦτο γινόμενον ἀπόλλυσι, πολλῷ μᾶλλον μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν. Σὺ δὲ ἄρτον ζωῆς λαβὼν, πρᾶγμα θανάτου ποιεῖς, καὶ οὐ φρίττεις; οὐκ οἶσθα ὅσα ἀπὸ τρυφῆς ἐπεισέρχεται κακά; γέλως ἄκαιρος, ῥήματα ἄτακτα, εὐτραπελία ὀλέθρου γέμουσα, φλυαρία ἀνόνητος, τὰ ἄλλα ἃ μηδὲ εἰπεῖν καλόν. Καὶ ταῦτα ποιεῖς τραπέζης ἀπολαύσας Χριστοῦ, κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρκῶν αὐτοῦ κατηξιώθης. Πᾶς οὖν, ἵνα ταῦτα μὴ γίνηται, καθάγνιζέ σου τὴν δεξιὰν, τὴν γλῶτταν, τὰ χείλη, ἅπερ ἐγένετο πρόθυρα τῇ ἐπιβάσει τοῦ Χριστοῦ· καὶ τράπεζαν παραθεὶς αἰσθητὴν, πρὸς ἐκεί 61.232 νην τὴν τράπεζαν τὸν νοῦν ἀνάτεινον, πρὸς τὸ δεῖπνον τὸ Κυριακὸν, πρὸς τὴν ἀγρυπνίαν τῶν μαθητῶν τὴν κατὰ τὴν νύκτα ἐκείνην τὴν ἱεράν· μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ τὰ παρόντα νύξ. Γρηγορῶμεν τοίνυν μετὰ τοῦ ∆εσπότου, κατανυγῶμεν μετὰ τῶν μαθητῶν. Εὐχῶν ὁ καιρὸς, οὐ μέθης, ἀεὶ μὲν, μάλιστα δὲ ἐν ἑορτῇ. Ἑορτὴ γὰρ διὰ τοῦτο γίνεται, οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα ἁμαρτήματα συνάγωμεν, ἀλλ' ἵνα καὶ τὰ ὄντα ἀνέλωμεν. Καὶ οἶδα μὲν ὅτι εἰκῆ ταῦτα λέγω, ἀλλ' οὐ παύσομαι λέγων. Κἂν γὰρ μὴ πάντες ὑπακούσητε, ἀλλ' οὐδὲ πάντες παρακούσεσθε, μᾶλλον δὲ, κἂν πάντες παρακούσητε, ἐμοὶ μὲν μείζων ὁ μισθὸς, ὑμῖν δὲ πλέον τὸ κρῖμα. Ἵν' οὖν μὴ γένηται πλέον, διὰ τοῦτο οὐ παύσομαι λέγων· ἴσως γὰρ, ἴσως τῇ συνεχείᾳ καθάψομαι. ∆ιὸ παρακαλῶ, ἵνα μὴ εἰς κρῖμα τοῦτο ποιῶμεν, θρέψωμεν τὸν Χριστὸν, ποτίσωμεν, ἐνδύσωμεν· ταῦτα τῆς τραπέζης ἐκείνης ἄξια. Ἤκουσας ὕμνων ἱερῶν; εἶδες γάμον πνευματικόν; ἀπέλαυσας τραπέζης βασιλικῆς; ἐνεπλήσθης Πνεύματος ἁγίου; συνεχόρευσας τοῖς Σεραφὶμ, κοινωνὸς ἐγένου τῶν ἄνω δυνάμεων; Μὴ ῥίψῃς χαρὰν τοσαύτην, μὴ ἐκχέῃς τὸν θησαυρὸν, μὴ ἐπεισαγάγῃς μέθην τὴν τῆς ἀθυμίας μητέρα, τὴν τοῦ διαβόλου χαρὰν, τὴν μυρία τίκτουσαν κακά. Καὶ γὰρ ὕπνος θανάτῳ ἐοικὼς ἐντεῦθεν καὶ καρηβαρίαι καὶ νόσοι καὶ λήθη καὶ νεκρότητος εἰκών. Εἶτα φίλῳ μὲν οὐκ ἂν ἕλοιο συντυχεῖν οἰνωμένος, τὸν δὲ Χριστὸν ἔνδον ἔχων τολμᾷς, εἰπέ μοι, τοσαύτην ἐπεμβαλεῖν μέθην; Ἀλλὰ τρυφῆς ἐρᾷς; Οὐκοῦν διὰ τοῦτο παῦσαι μεθύων. Καὶ γὰρ ἐγώ σε βούλομαι τρυφᾷν, ἀλλὰ τὴν ὄντως τρυφὴν, τὴν οὐδέποτε μαραινομένην. Τίς οὖν ἡ ὄντως τρυφὴ καὶ διηνεκῶς ἀνθοῦσα; Κάλεσον ἐπ' ἄριστον τὸν Χριστὸν, μετάδος αὐτῷ τῶν σῶν, μᾶλλον δὲ τῶν αὐτοῦ· τοῦτο τὴν ἡδονὴν ἀπέραντον ἔχει καὶ ἀκμάζουσαν διηνεκῶς. Ἀλλ' οὐ τὰ αἰσθητὰ τοιαῦτα, ἀλλ' ὁμοῦ τε ἐφάνη καὶ ἠφανίσθη, καὶ ὁ τρυφήσας οὐδὲν ἄμεινον διακείσεται τοῦ μὴ τρυφήσαντος, μᾶλλον δὲ χεῖρον. Ὁ μὲν γὰρ ὥσπερ ἐν λιμένι κάθηται, οὗτος δὲ χειμάῤῥουν τινὰ καὶ πολιορκίαν νοσημάτων ἐδέξατο, καὶ οὐδὲ ἐνεγκεῖν τὴν ζάλην ταύτην δύναται. Ἵν' οὖν μὴ ταῦτα γένηται, τὴν συμμετρίαν διώκωμεν. Οὕτω γὰρ καὶ