184
φησὶν, οὐδὲ ἁπλῶς διασύρω τὰ τῶν ἐθνῶν, ὡς ἐχθρὸς πλάττων, αὐτοὶ ὑμεῖς μοι μαρτυρήσατε· καὶ γὰρ οἴδατε ὅτε Ἕλληνες ἦτε, πῶς ἀπήγεσθε ἑλκόμενοι τότε. Εἰ δέ τις καὶ τούτους ὡς πιστοὺς ὑπόπτους εἶναι φαίη, φέρε καὶ ἐκ τῶν ἔξωθεν τοῦτο ὑμῖν ποιήσω φανερόν. Ἄκουσον γοῦν Πλάτωνος λέγοντος οὕτως· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ οἱ θεομάντεις λέγουσι μὲν πολλὰ καὶ καλὰ, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν. Ἄκουσον γοῦν καὶ ἑτέρου ποιητοῦ τὰ αὐτὰ ἐνδεικνυμένου. Ἐπειδὴ γὰρ τελεταῖς τισι καὶ μαγγανείαις κατέδησε δαίμονά τις εἰς ἄνθρωπον; καὶ ἐμαντεύετο ἐκεῖνος, καὶ μαντευόμενος ἐῤῥιπτεῖτο καὶ ἐσπαράττετο, καὶ ἐνεγκεῖν τοῦ δαίμονος τὴν ὁρμὴν οὐκ ἠδύνατο, ἀλλ' ἔμελλε διασπώμενος οὕτως ἀπόλλυσθαι, τοῖς τὰ τοιαῦτα μαγγανεύουσί φησι· Λύσατε λοιπὸν, ἄνακτα βροτὸς θεὸν οὐκέτι χωρεῖ· καὶ πάλιν, Λύσατέ μοι στεφάνους, καί μευ πόδας ὕδατι λευκῷ Ῥάνατε, καὶ γραμμὰς ἀπαλείψατε, καί γε μολοῖμι. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα (καὶ γὰρ ἔστι πολλῷ 61.242 πλείονα εἰπεῖν), ἀμφότερα ταῦτα ἡμῖν ἐνδείκνυται, καὶ τὴν ἀνάγκην ᾗ κατεχόμενοι δουλεύουσιν οἱ δαίμονες, καὶ τὴν βίαν ἣν ὑπομένοντες οἱ καθάπαξ ἑαυτοὺς ἐκδόντες αὐτοῖς, καὶ τῶν κατὰ φύσιν ἐξίστανται φρενῶν. Καὶ ἡ Πυθία δέ· ἀναγκάζομαι γὰρ καὶ ἑτέραν αὐτῶν ἀσχημοσύνην ἐκπομπεῦσαι νῦν, ἣν καλὸν μὲν ἦν παρελθεῖν διὰ τὸ ἡμῖν ἀπρεπὲς εἶναι τὰ τοιαῦτα λέγειν· ὥστε δὲ σαφέστερον αὐτῶν μαθεῖν τὴν αἰσχύνην, ἀναγκαῖον εἰπεῖν, ἵνα κἀντεῦθεν μάθητε τὴν παράνοιαν, καὶ τὸν πολὺν γέλωτα τῶν τοῖς μάντεσι κεχρημένων· λέγεται τοίνυν αὕτη ἡ Πυθία γυνή τις οὖσα ἐπικαθῆσθαι τῷ τρίποδί ποτε τοῦ Ἀπόλλωνος, διαιροῦσα τὰ σκέλη· εἶθ' οὕτω πνεῦμα πονηρὸν κάτωθεν ἀναδιδόμενον, καὶ διὰ τῶν γεννητικῶν αὐτῆς διαδυόμενον μορίων πληροῦν τὴν γυναῖκα τῆς μανίας, καὶ ταύτην τὰς τρίχας λύουσαν λοιπὸν ἐκβακχεύεσθαί τε, καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ γενομένην τὰ τῆς μανίας φθέγγεσθαι ῥήματα. Οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριάσατε ταῦτα ἀκούσαντες· ἀλλ' ἐκεῖνοι καὶ μέγα φρονοῦσι καὶ διὰ τὴν ἀσχημοσύνην καὶ διὰ τὴν μανίαν ταύτην. βʹ. Ταῦτα οὖν καὶ τὰ τοιαῦτα ὁ Παῦλος ἅπαντα ἀνακινῶν ἔλεγεν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Καὶ ἐπειδὴ πρὸς εἰδότας διελέγετο, οὐ τίθησι πάντα μετὰ ἀκριβείας, μὴ βουλόμενος αὐτοῖς ἐνοχλεῖν, ἀλλ' ἀναμνήσας μόνον καὶ εἰς ἔννοιαν ἁπάντων αὐτοὺς ἀγαγὼν, ἀπαλλάττεται ταχέως, πρὸς τὸ προκείμενον ἐπειγόμενος. Τί δέ ἐστι, Πρὸς τὰ εἴδωλα τὰ ἄφωνα; Οὗτοι οἱ μάντεις πρὸς ἐκεῖνα ἤγοντο ἑλκόμενοι. Εἰ δὲ αὐτὰ ἄφωνα, πῶς ἐκείνοις ἐκέχρηντο; τίνος δὲ ἕνεκεν τοῖς ξοάνοις αὐτοὺς προσῆγεν ὁ δαίμων ὡς αἰχμαλώτους καὶ δεσμίους; Ὁμοῦ δὲ καὶ τὴν πλάνην πιθανὴν ἐργαζόμενος. Ἵνα γὰρ μὴ δόξῃ ὁ λίθος ἄφωνος εἶναι, ἐσπούδαζεν τοῖς εἰδώλοις προσηλοῦν τοὺς ἀνθρώπους, ἵνα τὰ αὐτῶν ἐκείνοις ἐπιγράφηται. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα. Ἀλλ' οὐκ ἔθηκε τὰ ἡμέτερα, τὰ τῶν προφητῶν λέγω· καὶ γὰρ δῆλα ἦν αὐτοῖς ἅπαντα, καὶ ἐν αὐτοῖς προεφήτευον, ὡς αὐτοῖς πρέπον ἦν, μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης. ∆ιά τοι τοῦτο καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν ἦσαν κύριοι· οὐ γὰρ ἀνάγκῃ κατείχοντο, ἀλλ' ἐξουσίᾳ ἦσαν τετιμημένοι. ∆ιὰ τοῦτο καὶ Ἰωνᾶς ἔφυγε, διὰ τοῦτο καὶ Ἰεζεκιὴλ ἀνεβάλλετο, διὰ τοῦτο καὶ Ἱερεμίας παρῃτεῖτο. Ὁ δὲ Θεὸς οὐ μετὰ ἀνάγκης αὐτοὺς ὤθει, ἀλλὰ συμβουλεύων, παραινῶν, ἀπειλῶν, οὐ σκοτῶν τὴν διάνοιαν. ∆αίμονος μὲν γὰρ ἴδιον, τὸ θόρυβον καὶ μανίαν ποιεῖν καὶ πολὺν τὸν ζόφον, Θεοῦ δὲ, τὸ φωτίζειν καὶ μετὰ συνέσεως διδάσκειν τὰ δέοντα. Πρώτη μὲν οὖν διαφορὰ αὕτη μάντεως καὶ προφήτου· δευτέρα δὲ ἑτέρα, ἣν ἐφεξῆς τίθησι, λέγων· ∆ιὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν. Εἶτα καὶ ἑτέρα· Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Ὅταν ἴδῃς, φησὶν, τινὰ μὴ φθεγγόμενον τὸ ὄνομα αὐτοῦ, ἢ καὶ ἀναθεματίζοντα, μάντις ἐστί. Πάλιν, ὅταν ἴδῃς ἕτερον μετὰ τοῦ ὀνόματος αὐτοῦ πάντα φθεγγόμενον, νόησον ὅτι πνευματικός ἐστι. Τί οὖν, φησὶ, περὶ τῶν