190
πενίᾳ συζῶντας ἀπὸ τούτων ἀδικουμένους; γʹ. "Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε." Ἑκάτερος δὲ τούτων ἐν δεὴς βοηθείας. 80.1529 δʹ. "Ἐξέλεσθε πένητα καὶ πτωχόν· ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσασθε αὐτόν." Μὴ γένηται τοῖς ἀδικοῦσιν ὁ πένης εὐχείρωτος ὑμῶν προστατευόντων, καὶ τὸ δικάζειν πεπιστευμένων. εʹ. "Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει δια πορεύονται." Ἀλλὰ τούτων οὐδὲν ἠθέλησαν συν ιδεῖν, οὐδὲ τῷ τῶν ἐμῶν λόγων καταυγασθῆναι φωτί· διά τοι τοῦτο, ὡς ἐν νυκτὶ καὶ ζόφῳ διάγοντες πολιτεύονται. "Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς." Ταύτης ἕνεκα τῆς ἀληθείας ταραχῆς καὶ ζάλης ὁ βίος ἐμπέπλησται, καὶ τοῖς ἐπαλλήλοις ἡ γῆ κλονεῖται κακοῖς. ʹ. "Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου, πάντες." Ἐγὼ μὲν οὖν ὑμᾶς τετίμηκα· καὶ τῆς ἐμαυτοῦ προσηγορίας μετέδωκα, καὶ υἱοὺς ἐμοὺς προσηγόρευσα. ζʹ. "Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε." Ὁ δὲ Σύμμαχος οὕτως· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθανεῖσθε, καὶ ὡς εἷς τῶν ἀρχόντων πεσεῖσθε. Τὴν γὰρ οἰκείαν τιμὴν ἀγνοήσαντες, τᾲ αὐτὰ τῷ διαβόλῳ πεπόνθατε, ὃς ἀρχὴν παρ' ἐμοῦ πιστευθεὶς, καὶ χρήσασθαι τοῖς δοθεῖσιν εἰς δέον οὐκ ἐθελήσας, ἐξέπεσε τῆς τιμῆς· τὸν αὐτὸν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπομένετε θάνατον, εὔκλειαν οὐδεμίαν μετὰ θάνατον ἔχοντες. Οὕτως ὁ προφητικὸς λόγος τῶν ἀδίκων κριτῶν τὸν ἔλεγχον ποιησάμενος, τὸν ἀληθῆ καὶ δίκαιον ἱκετεύει Κριτὴν τῆς οἰκουμένης τὴν κρίσιν ποιή σασθαι. ηʹ. "Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν." Ταῦτα δὲ ἄντικρυς τοῦ ∆εσπότου Χριστοῦ τὴν κρίσιν δηλοῖ. Πρὸς αὐτὸν γὰρ κατὰ τὸ ἀνθρώπινον εἴρηκεν ὁ Πατήρ· "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Τοιγάρτοι τοῦτον ὁ προφήτης ἀντιβολεῖ ἐπιφανῆναι ταχέως, καὶ κρῖναι δικαίως, καὶ τοὺς ἀδίκους παῦσαι κριτὰς, καὶ τὴν μὲν Ἰουδαίων κλη ρονομίαν καταλιπεῖν, ἀντιλαβεῖν δὲ τὴν τῶν ἐθνῶν, [μᾶλλον δὲ ταύτην περιηγήσασθαι] καὶ πᾶσιν ἀνθρώποις ὀρέξαι τὴν σωτηρίαν [διὰ τῆς ἀκαταλή πτου αὐτοῦ οἰκονομίας.] 80.1532
ΕΡΜΗΝ. ΤΟΥ ΠΒʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ." Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τὴν
νεουργίαν τοῦ θείου νεὼ, καὶ τὴν τῶν Ἰουδαίων περιφάνειαν οἱ ἀστυγείτονες θεασάμενοι, κατὰ ταυτὸν συναγείρονται, καὶ ἕτερα βάρβαρα συναθροίσαντες ἔθνη, τὸν πρὸς Ἰουδαίους ἐδέξαντο πόλεμον. Καὶ ταῦτα προλέγουσι μὲν οἱ θειότατοι Ἰωὴλ, καὶ Ἐζεκιὴλ, προλέγει δὲ Μιχαίας, καὶ Ζαχαρίας, οἱ θαυμάσιοι προφῆται. Νικῶσι δὲ ὅμως ἅπαντας, στρατηγοῦντος μὲν τοῦ Ζοροβάβελ, ἄνωθεν δὲ τοῦ Θεοῦ συμμαχοῦντος, καὶ τὸ τῶν πολεμίων καταλύοντος θράσος. Ταῦτα οὗτος ὁ ψαλμὸς προθεσπίζει. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ἡ προφητεία τοῦ θείου Πνεύματος τοὺς τηνικαῦτα πολεμουμένους διδάσκοντος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι. βʹ. "Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι;" Οὐδὲ πᾶσα, φησὶ, κατὰ ταυτὸν συναθροισθεῖσα τῶν ἀγγέ λων καὶ τῶν ἀνθρώπων ἡ φύσις παραβληθῆναι τῇ σῇ δυνάμει δυνήσεται· ἀσύγκριτον γὰρ ἔχεις τὸ κράτος. Τὸ δὲ τίς, ἀντὶ τοῦ οὐδεὶς τέθεικεν. "Μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός." Ἱκετεύομέν σε, ∆έσποτα, μὴ χρήσασθαι τῇ συνήθει μακροθυμίᾳ. Τὸ γὰρ Μὴ καταπραΰνῃς τοῦτο δηλοῖ. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Μὴ ἠρεμήσῃς. Εἶτα διδάσκει τῆς ἐντεύξεως τὴν αἰτίαν. γʹ. "Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν." ∆ίκην, φησὶ, θαλάτ της ἠχοῦσι, καὶ κυμαίνουσι, καθ' ἡμῶν ἀλαζονείᾳ καὶ θρασύτητι κεχρημένοι, οἱ διὰ τὴν πρός σε δυσμέ νειαν τὸν καθ' ἡμῶν ἀναδεξάμενοι πόλεμον. Πρός σε γὰρ ἀπεχθανόμενοι τὸν ἀνακείμενόν σοι πολιορ κοῦσι λαόν. δʹ "Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐπεβουλεύσαντο κατὰ τῶν ἁγίων σου." Ὁ δὲ Σύμμαχος οὕτως· ἀντὶ τῶν ἁγίων σου, Κατὰ τοῦ ἀποκρύφου σου. Ὁ δὲ Ἀκύλας· Κατὰ τοῦ συγκεκρυμμένου σου. Οὕτω καὶ ὁ