191
917 Ps 93,1bc ̔Ο τῶν ἐκδικήσεων θεὸς ὑπάρχων ἐν αὐτῷ τῷ ἐκδικεῖν ἐπαρρησιάσατο. τῷ γὰρ ἀκριβῶς ἐπίστασθαι τῶν κρινομένων τὰ πράγματα καὶ αὐτὴν τὴν πρόθεσιν τῶν ἐνεργούντων αὐτὰ μετὰ παρρησίας ἐπάγει τὰς ἐκδικήσεις, τῶν αλλων κριτῶν εσθ' οτε σφαλλομένων ὡς μὴ κατ' ἀναλογίαν τῆς ποσότητος καὶ ποιότητος τῶν ἁμαρτανομένων ἐπάγειν τὴν τιμωρίαν· ἐφ' ῳ καὶ αἰσχύνεσθαι συμβαίνει τὸν κρίνοντα ὡς μὴ δεόντως ἐπιτιμήσαντα τοῖς ἑαλωκόσι τῷ κακίᾳ, μόνου παρρησιαζομένου ἐν τῷ ἐκδικεῖν τοῦ λέγοντος Ωι μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν· ἀποδιδοὺς γὰρ ἑκάστῳ κατὰ τὰ εργα αὐτοῦ. 918 Ps 93,2 ̓Αναχθείη ταῦτα πάντα καὶ εἰς τὴν Χριστοῦ ἐπιδημίαν. τότε γὰρ ἐπαρρησιάσατο ἀναμάρτητος ανθρωπος γεγονὼς καίτοι θεὸς ἐκδικήσεων κύριος ων, ἀλλὰ καὶ τὴν γῆν εκρινεν ἁμαρτίας πλήρης αὐτὴν ἀποδείξας, αὐτὸς ἁμαρτίαν οὐ ποιήσας οὐδὲ γνοὺς ἁμαρτίαν· διὸ καὶ ἀνταπέδωκε τοῖς ὑπερφανήσασιν αὐτὸν Φαρισαίοις καὶ τοῖς ἀοράτοις ἐχθροῖς ἐπαρθεῖσιν ἐν τῷ σταυρῶσαι αὐτόν. 919 Ps 93,13b Πολλαχοῦ ὁ βόθρος ἀντὶ τῆς κολάσεως λέγεται, καθὰ ειρηται Καὶ ἐμπεσεῖται εἰς βόθρον ον εἰργάσατο. ἀπαρεμφάτως δὲ εἰρημένου τοῦ Εως ου ὀρυγῇ (οὐ γὰρ ειρηται ὑπὸ τίνος), παρίσταται ἐξ ἑτέρων γραφῶν οτι ὁ ὀρυσσόμενος τῷ ἁμαρτωλῷ βόθρος οὐχ ὑπὸ αλλου ὀρύσσεται η ὑπ' αὐτοῦ τοῦ εἰς αὐτὸν ἐμπεσουμένου· Ωρυξαν γὰρ πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσον εἰς αὐτόν· καὶ τὸ ̔Ο ὀρύσσων τῷ πλησίον βόθρον ἐμπεσεῖται εἰς αὐτόν· καὶ Οτι ὁ δὲ αφρων ὀρύσσει ἑαυτῷ κακά, κακὰ λέγων τὰς κολάσεις εἰς ας ἐμπίπτουσιν οἱ δι' ἀφροσύνην ἁμαρτάνοντες. 920 Ps 93,20 Σὺ δημιουργὸς ἡμῶν ὑπάρχων κήδῃ καὶ φροντίζεις ἡμῶν, ω δέσποτα· οθεν ει τι πάρεστιν ἡμῖν ἀγαθόν, ισμεν αὐτὸ σὸν καὶ παρὰ σοῦ ειναι. ἀλλ' ἐπεὶ ὁρῶμεν φαύλους τινὰς κατὰ τῶν δικαίων φονῶντας καὶ ἀθῴους καταδικάζοντας, ἀναφθεγγόμεθα πρὸς σὲ μὴ ετερος θρόνος βασιλείας σύνεστί σοι η προσέσται σοι, οτι ταῦτα κατὰ τῶν σῶν θεραπόντων ἐπιτελεῖται, ἀλλ' οὐ πρόσεστί σοι ἀνομίας θρόνος· νόμον γὰρ τῶν πάντων βασιλέα ἀνέδειξας καθ' ον τὸ πᾶν διοικεῖται. καν τοίνυν παρανόμως αρχειν ἐπιχειροίη διάβολος ἀποστάτης τῶν προσταγμάτων τῶν σῶν γεγενημένος, οὐ σύνεστιν οὐδὲ προσέσται σοι, ἀλλ' ἀποστὰς καὶ μακράν σου γεγενημένος λῃστάρχου δίκην τυραννεῖ κατὰ τῶν ἑλομένων ὑπὸ τὴν ὠμότητα αὐτοῦ τυγχάνειν. θρόνος γὰρ ἀνομίας ἡ μετὰ τυραννίδος ἀρχή· οὐδὲν γὰρ ετερόν ἐστι τύραννος η παράνομος ἀρχή. διὸ καὶ ὠμότατος καὶ ἐπαχθὴς ων βαρέα καὶ ἐπίμοχθα προστάττει, φυλάττων τοῖς προστάγμασιν αὐτοῦ κόπον. ἀλλ' αἱ ἐντολαὶ σοῦ τοῦ θεοῦ βαρεῖαι οὐκ εἰσὶ κατὰ τὸν ̓Ιωάννην, οθεν καὶ ἀνωφερεῖς εἰσιν ὑψοῦσαι καὶ μετεωρίζουσαι τὸν μεταποιούμενον. 921 Ps 93,20.21 ∆υνατὸν δὲ καὶ ουτως ἐκλαβεῖν τὴν λέξιν· Σοῦ, δέσποτα, κοῦφα καὶ ἐλαφρὰ προστάττοντος, κόπους ἐπὶ τοῖς σοῖς προστάγμασι πλάττει ὁ τῆς ἀνομίας θρόνος, δειλίαν καὶ τοῖς ταχθεῖσι τἀναντία ὑποβάλλων τῇ διανοίᾳ. τοῦ γὰρ ὀρθοῦ λόγου προτρεπομένου ἐπὶ δικαιοσύνην ὡς ὠφέλιμον, τὴν ἀδικίαν ἀντιτίθησιν κέρδη καὶ πορισμοὺς τὰ ἐκ ταύτης προτείνων· πάλιν τοῦ λόγου ἐπ' ἀκτημοσύνην παρακαλοῦντος καὶ ἀμεριμνίαν, καὶ ἐπὶ τῷ τοιούτῳ προστάγματι πλάττει κόπον, δειλίας ἐνιεὶς λογισμὸν καὶ φόβου τοῦ μὴ ὑστερηθῆναι τῶν ἀναγκαίων νόσον καὶ γήρως καταλαβόντων. ὡσαύτως καὶ ἐπὶ τῶν αλλων προσταγμάτων τοῦ θεοῦ οὐκ οντων βαρέων πλάττει κόπον βάρους φαντασίαν ὑποβάλλων. ̓Αναγνωστέον δὲ καὶ ουτως· Ω δέσποτα, ὁ πλάσσων ἐπὶ τοῖς σοῖς προστάγμασι κόπον ὡς μὴ διὰ τὸ ευκολον καταφρονῶνται· θέλεις γὰρ τοὺς προσερχομένους αὐτοῖς κατορθοῦν αὐτὰ σὺν ἱδρῶτι καὶ πόνῳ. ουτω γὰρ καρτερίαν καὶ ὑπομονὴν κτήσασθαι συμβαίνει· διὸ καὶ σωτηρία εψεται· ̔Ο γὰρ ὑπομείνας εἰς τέλος, ουτος σωθήσεται. Οὐ συμπροσέσται σοι τυραννικὸς θρόνος· διὸ κώλυσον αὐτοὺς τῆς ὠμοτάτης καθ' ἡμῶν ὁρμῆς, καθ' ην δολερῶς θηρεύουσιν ἐπὶ