ὅπερ οὐδὲ εὑρίσκεται ἐν 323 χρήσει, ἀλλ' ὑπόμνησιν αὐτοῦ ἔχομεν τὸ ἐσσί· ἐπειδὴ οὖν ἡ μὲν ἕκτη συζυγία τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ˉω ἐκφέρεται, αἱ δὲ ἄλλαι συζυγίαι τῶν βαρυτόνων διὰ συμφώνων, εἰκότως ἀπὸ τῆς ἕκτης συζυ γίας τῶν βαρυτόνων παράγονται εἰς ˉμˉι, οἷον ὀλλύω ὄλλυμι, καὶ οὐκ ἀπὸ τῶν λοιπῶν συζυγιῶν τῶν βαρυτόνων, οἷον ἀπὸ τοῦ λέγω καὶ φέρω τροπῇ τοῦ ˉω εἰς ˉμˉι λέγμι καὶ φέρμι· ἤμελλον γὰρ συμφώνῳ παρα λήγεσθαι, ὅπερ ἐστὶν ἀδύνατον. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ ὡς ἐκ τοῦ τιθῶ καὶ διδῶ καὶ ἱστῶ γέγονε τίθημι καὶ δίδωμι καὶ ἵστημι, οὕτω καὶ ἀπὸ τοῦ λέγω λέγημι καὶ <ἀπὸ τοῦ> φέρω φέρημι· οὕτω γὰρ ἐὰν γένωνται, οὐκέτι εὑρίσκονται συμφώνῳ παραληγόμενα· λέγομεν, ὅτι οὐ δύναται οὕτω γενέσθαι, ἐπειδὴ τὰ εἰς ˉμˉι ἐὰν μὲν ἀπὸ βαρυτόνων παραχθῶσιν, ἰσοσυλλαβεῖν θέλουσι τοῖς ἰδίοις πρωτοτύποις, οἷον ζευγνύω ζεύγνυμι, εἰ δὲ ἀπὸ περισπωμένων, μιᾷ συλλαβῇ περιττεύουσι τῶν ἰδίων πρωτοτύπων, οἷον τιθῶ τίθημι, ἱστῶ ἵστημι· ἐὰν οὖν ταῦτα γένωνται λέγημι καὶ φέρημι, μέλλουσι περιττο συλλαβεῖν τῶν ἰδίων πρωτοτύπων τοῦ λέγω καὶ φέρω, ἀπὸ βαρυτόνων παραχθέντα. Ἄξιον δέ ἐστι ζητῆσαι, τί δήποτε τριῶν οὐσῶν συζυγιῶν τῶν εἰς ˉω περισπωμένων τέτταρές εἰσι τῶν εἰς ˉμˉι. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπο λογίαν ταύτην· ἀναλογοῦσιν αἱ τρεῖς συζυγίαι τῶν <εἰς ˉω> περισπω μένων καὶ αἱ τέτταρες τῶν εἰς ˉμˉι τοῖς εἴδεσι τῆς συναλοιφῆς· ὥσπερ γὰρ ἐκ τῶν τριῶν εἰδῶν τῶν ἁπλῶν τῆς συναλοιφῆς γίνονται τέτταρα εἴδη τὰ σύνθετα τῆς συναλοιφῆς, οὕτω καὶ ἐκ τῶν εἰς ˉω περισπωμένων γίνονται τὰ εἰς ˉμˉι· εἰ δὲ καὶ ἐκ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων γίνονται τὰ εἰς ˉμˉι, ξένον οὐδέν, ἐπειδὴ συγγένειαν ἔχει ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πρὸς τὰς συζυγίας τῶν περισπωμένων· καὶ γὰρ αἱ συζυγίαι τῶν περισπωμένων ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων γίνονται· ἐπειδὴ οὖν ἀναλογοῦσι τὰ εἰς ˉω περισπώμενα καὶ τὰ εἰς ˉμˉι τοῖς εἴδεσι τῆς συναλοιφῆςἑπτὰ δέ εἰσιν, τρία μὲν ἁπλᾶ, τέτταρα δὲ σύνθετα εἰκότως τρεῖς μέν εἰσι συζυγίαι τῶν περισπωμένων, τέτταρες δὲ τῶν εἰς ˉμˉι. Εἰσὶ δὲ τὰ τρία μὲν εἴδη τῆς συναλοιφῆς τὰ ἁπλᾶ ταῦτα, ἔκ θλιψις κρᾶσις συναίρεσις· ἔκθλιψις μέν, οἷον κατὰ ἐμοῦ κατ' ἐμοῦ, ἐξεθλίβη γὰρ τὸ ˉα τῆς κατά προθέσεως· κρᾶσις δέ, οἷον τὸ ἐμόν τοὐμόν· συναίρεσις δέ, οἷον πάϊς παῖς· πῇ δὲ διαφέρει κρᾶσις συναιρέσεως, ἐμά θομεν ἐν τοῖς Ὀνόμασιν ἐν τῇ περὶ τοῦ ∆ημοσθένους διδασκαλίᾳ. Τὰ δὲ τέτταρα εἴδη τὰ σύνθετα τῆς συναλοιφῆς εἰσι ταῦτα, ἔκθλιψις καὶ κρᾶσις, ἔκθλιψις καὶ συναίρεσις, κρᾶσις καὶ συναίρεσις, ἔκθλιψις καὶ κρᾶσις καὶ συναίρεσις· ἔκθλιψις μὲν καὶ κρᾶσις, οἷον καὶ ἐγώ κἀγώ, ἐκ 324 θλίβεται γὰρ τὸ ˉι τοῦ καί συνδέσμου, καὶ κιρνᾶται τὸ ˉα καὶ ˉε εἰς ˉα δηλονότι μακρόν· ἔκθλιψις δὲ καὶ συναίρεσις, οἷον ἐμοὶ ὑποδύνει ἐμοὐπο δύνει, ἐκθλίβεται γὰρ τὸ ˉι τῆς ˉοˉι διφθόγγου τῆς οὔσης ἐν τῇ ἐμοί ἀντωνυμίᾳ, καὶ συναιρεῖται τὸ ˉο καὶ ˉυ εἰς τὴν ˉοˉυ δίφθογγον· κρᾶσις δὲ καὶ συναίρεσις, οἷον ὁ αἰπόλος ᾡπόλος, κιρνᾶται γὰρ τὸ ˉο καὶ ˉα εἰς ˉω, καὶ συναιρεῖται τὸ ˉω καὶ ˉι εἰς τὴν ˉῳ δίφθογγον· ἔκθλιψις δὲ καὶ κρᾶσις καὶ συναίρεσις, οἷον οἱ αἰπόλοι ᾡπόλοι, ἐκθλίβεται γὰρ τὸ ˉι τῆς ˉοˉι διφθόγγου, καὶ κιρνᾶται τὸ ˉο καὶ ˉα εἰς ˉω, καὶ συναιρεῖται τὸ ˉω καὶ ˉι εἰς τὴν ˉῳ δίφθογγον. Ταῦτα μὲν ἐν τούτοις. Θέλουσι δὲ τὰ εἰς ˉμˉι φύσει μακρᾷ παραλήγεσθαι· καὶ παραλήγεται ἡ μὲν πρώτη καὶ δευτέρα συζυγία τῶν εἰς ˉμˉι τῷ ˉη, οἷον τιθῶ τιθεῖς τίθημι, ἱστῶ ἱστᾷς ἵστημι, ἀλλ' ἐν τῇ συστολῇ διαφέρουσιν· ἡ μὲν γὰρ πρώτη συζυγία τῶν εἰς ˉμˉι διὰ τοῦ ˉε συστέλλεται ἐν τοῖς πληθυντικοῖς, οἷον τίθεμεν ἀφίεμεν, ἡ δὲ δευτέρα διὰ τοῦ ˉα συνεσταλμένου, οἷον ἵσταμεν κίχραμεν· ἡ δὲ τρίτη παραλήγεται τῷ ˉω, οἷον δίδωμι, ὅπερ συστελλόμενον διὰ τοῦ ˉο συστέλλεται ἐν τοῖς πληθυντικοῖς, οἷον δίδο μεν· ἡ δὲ τετάρτη διχρόνῳ ἐκτεταμένῳ παραλήγεται, οἷον ζεύγνυμι ὄλλυμι· συστελλομένη δὲ τὸ δίχρονον μόνον συστέλλει, οἷον ζεύγνυμεν πήγνυμεν διὰ συνεσταλμένου τοῦ ˉυ. Εὐλόγως δὲ ἡ μὲν πρώτη συζυγία τῶν εἰς ˉμˉι τῷ ˉη παραλήγεται, οἷον τίθημι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρω τοτύπου τὸ