192
τοιαῦτα γοῦν ἐπιγραφόμενοι ὀνόματα ἐπὶ τὸ μαρτύριον τοῦ θεοῦ σὺν πολλῷ θάρσει καὶ παρρησίᾳ παρῄεσαν. ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἄλλος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ Τοῦ θεοῦ εἰμι, καὶ ἄλλος ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται. 2.26 Περιγράψας ὁ λόγος τὴν προτέραν ὑπόθεσιν εὐαγγελικὴν οὖσαν διὰ τὸ θεσπίζειν τὴν εἰς ἀνθρώπους ἐπίλαμψιν τοῦ ἐκλεκτοῦ τοῦ θεοῦ καὶ εὐαγγελίζεσθαι τὰ κάλλιστα τῇ πάλαι ποτὲ ἀνύδρῳ καὶ ἐρήμῳ τῶν ἐθνῶν χώρᾳ, ἐξ ἑτέρας ἀρχῆς τὸν λόγον ἐνταῦθα ποιεῖται πρὸς τοὺς εἰδωλολάτρας τοῦ Ἰουδαίων ἔθνους, πρὸς οὕς φησιν· Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς Ἰσραήλ. ποίου δὲ Ἰσραὴλ βασιλέα αὐτὸν λέγει, διασαφεῖ ἑξῆς ἐπιφέρων· καὶ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαώθ, διδάσκων ὡς μόνου τοῦ ῥυσθέντος Ἰσραὴλ γένοιτ' ἂν βασιλεύς, οὐχὶ δὲ τῶν κατηγορουμένων ἐπὶ εἰδωλολατρίᾳ. τούτοις δὲ αὐτοῖς ὡς ἂν ταπεινοῖς τὰς φρένας καὶ ἐπτοημένοις ἔτι τότε περὶ τὴν εἰδωλολατρίαν ἔλεγχον προσάγει τῆς πλάνης παραινῶν καὶ διδάσκων μηδ' ἕτερον ἡγεῖσθαι θεὸν ἢ μόνον αὐτὸν τῷ μηδὲ εἶναι μηδὲ μετ' αὐτὸν ἕτερον. διό φησιν· Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστι θεός. ἔνθα πάλιν προσήκει παρατιθέναι καὶ συνάπτειν τό· «καὶ ὁ παῖς, ὃν ἐξελεξάμην». ἅπαξ γὰρ εἰρημένου διὰ τῶν ἔμπροσθεν τοῦ λόγου ἡμᾶς χρὴ μνημονεύοντας αὐτοῦ ἐφ' ἑκάστῃ θεολογίᾳ τὸν αὐτὸν συμπαραλαμβάνειν λόγον· τὸ γὰρ εἰρημένον ἅπαξ καὶ μεμαρτυρημένον ὑπὸ τοῦ θεοῦ εἴρηται ἀληθῶς, τὸ δ' ἀληθῶς λελεγμένον πανταχοῦ περιλαμβανόμενον ἀληθές ἐστι. τίς δὲ ἦν «ὁ παῖς, ὃν ἐξελέξατο» ἢ ἐκεῖνος περὶ οὗ εἴρηται· «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι» καὶ τὰ τούτοις ἑπόμενα, δι' ὧν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρίστη; ἀλλὰ τοῦτο μὲν διὰ τῶν ἔμπροσθεν παντοίαις ἀποδείξεσι παρέστη, πρὸς δέ γε τοὺς ἐμμένοντας τῇ εἰδωλολάτρῳ πλάνῃ καὶ πολλοὺς θεοὺς ὑπειληφότας εἶναι ὁ παρὼν λόγος διδασκαλίαν ἐκτίθεται τοῦ «πλὴν ἑνὸς μηδένα ἕτερον θεὸν» ἡγεῖσθαι· ἓν γὰρ τὸ ἀγέννητον καὶ μία ἡ κατὰ πάντων μοναρχικὴ ἐξουσία. εἰ δὲ καὶ ὁ λόγος τοῦ θεοῦ συμπεριλαμβάνεται τῇ τοῦ πατρὸς θεολογίᾳ· «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἀλλ' οὐκ ἦν εὔκαιρον τοῖς ἔτι ἐπτοημένοις περὶ τὰ ξόανα καὶ ἀγάλματα καὶ τὴν ἄψυχον ὕλην ἀνακαλύπτειν τὸ περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ μυστήριον. διὸ τοῦτο μὲν ἐταμιεύετο εἰς τὴν αὐτοῦ τοῦ υἱοῦ παρουσίαν καὶ τὴν δι' αὐτοῦ πᾶσι τοῖς μηκέτ' εἰδωλολατροῦσι δωρηθεῖσαν χάριν, τοῖς γε μὴν ἔτι πλανωμένοις ἐν τῇ περὶ πλειόνων θεῶν δόξῃ ὡς καὶ ἀγάλμασιν ἀψύχοις καὶ παντοίοις ξοάνοις ὡς θεοῖς προσιέναι. τοιοῦτοι δὲ ἦσαν οἱ κατὰ τὸν προφήτην Ἰουδαῖοι. Καταλλήλως τὸν ἔλεγχον ὁ λόγος προσφέρει λέγων· τίς ὥσπερ ἐγώ; στήτω καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα· λεγέτω γὰρ εἴ τίς ἐστι θεός, ποῖον ἔργον ἑαυτοῦ δείκνυσι τῶν ἐν τῷ παντί. εἰ γὰρ εἷς ὁ κόσμος καὶ οὗτος συμφυὴς καὶ αὐτὸς ἑαυτῷ συνημμένος, εἷς ἂν γένοιτο καὶ ὁ τούτου δημιουργός· ἀλλ' οὗτος «ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων», οἷα τοῦ παντὸς «γενεσιουργὸς θεωρεῖται». εἰ δέ τις εἰσάγει ἕτερον, δεικνύτω τοιοῦτον ὁμοίως κόσμον ἕτερον παριστάς· ἀλλ' οὐκ ἔστιν ἕτερος παρὰ τὸν ὁρώμενον κόσμον, «οὐδὲ θεὸς ἄρα ἕτερος ἔσται». εἰ δὲ ἔστι, στήτω φησὶ τοῦτο πρῶτον, λέγω δὲ τὴν ἑαυτοῦ δειξάτω ὕπαρξιν· ὅτι τέ ἐστιν ἐν οὐσίας ὑποστάσει καὶ ὅτι ἐφ' ἑαυτῷ μένει καὶ ἕστηκεν. ἔπειτα φωνὴν ἀφεὶς λογικὴν καὶ θεῷ πρέπουσαν ἀναγγειλάτω, τίνα ἔσται τὰ μετὰ ταῦτα γενησόμενα ἐν τῷ βίῳ, ἢ τὰ πάλαι ἐξ ἀρχῆς ὑποστάντα, ἀφ' οὗ τὸν ἄνθρωπον ἐθέμην ἐπὶ τῆς γῆς καὶ μέχρι τοῦ παρόντος χρόνου· ἀπὸ γὰρ τούτου γνωσόμεθα, ὅτι ἔστι τις ἐν αὐτῷ λόγος. ἀλλὰ γὰρ «μὴ συσχηματίζεσθε»