200
ραταξαμένου πάσῃ τε μηχανῇ καὶ δυνάμει κατ' αὐτοῦ στρατηγήσαντος, παρὰ πάντας τε τοὺς τηνικάδε πολεμηθέντας διαφερόντως ἐπισκήψαντος αὐτῷ, οἷά τε καὶ ὅσα διὰ τὸν τοῦ Χριστοῦ λόγον ὁ ἀνὴρ ὑπέμεινε, δεσμὰ καὶ βασάνους τὰς κατὰ τοῦ σώματος τάς τε ὑπὸ σιδήρῳ καὶ μυχοῖς εἱρκτῆς τιμωρίας καὶ ὡς ἐπὶ πλείσταις ἡμέραις τοὺς πόδας ὑπὸ τέσσαρα τοῦ κο λαστηρίου ξύλα παραταθεὶς στίγματά τε καὶ πυρὸς ἀπειλὰς καὶ ὅσα ἄλλα πρὸς τῶν ἐχθρῶν ἐπενεχθέντα καρτερῶς ἤνεγκεν, οἵου τε τὰ κατ' αὐτὸν ἔτυχε τέλους, μηδαμῶς αὐτὸν ἀνελεῖν παντὶ σθένει τοῦ δικαστοῦ φιλονεί κως ἐνστάντος, ὁποίας τε μετὰ ταῦτα καταλιπὼν φωνάς, καὶ αὐτὰς πλή ρεις τοῖς ἀναλήψεως δεομένοις ὠφελείας, πλεῖσται ὅσαι τοῦ ἀνδρὸς ἐπι στολαὶ τἀληθὲς ὁμοῦ καὶ ἀκριβὲς περιέχουσιν. Τούτοις Εὐσέβιος καὶ πλείστοις πρὸ τούτων ἄλλοις Ὠριγένους τοῦ δυσσεβοῦς ἐγκωμίοις χρησάμενος ἀμάρτυρον αὐτῷ καταλέλοιπε τὸ μαρτύ ριον καὶ τὸν δρόμον ἀτέλεστον· ὁ γὰρ ὑπομείνας εἰς τέλος, φησὶν ὁ κύριος, σωθήσεται, οὐχ ὁ πολλὰ παθὼν καὶ λειποτακτήσας. ἐπάγει δὲ καὶ περὶ τοῦ μακαρίου ∆ιονυσίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Γερμανὸν 447 αὐτοῦ ἐπιστολῆς τὴν χρῆσιν προθεὶς ὁ αὐτὸς Καισαρεὺς Εὐσέβιος, Ὠρι γένει καὶ τούτῳ καὶ τοῖς ὁμόφροσιν αὐτοῦ χαριζόμενος, ὡς ἂν μὴ μόνος φανῇ λειποτακτήσας, ἀλλὰ καὶ ἄλλους ἔχων ἐν τούτῳ συμμετόχους. ἔχει δὲ ἡ χρῆσις ∆ιονυσίου πως ὧδε· Ἐγὼ δὲ καὶ ἐνώπιον τοῦ θεοῦ λαλῶ, καὶ αὐτὸς οἶδεν ὅτι οὐ ψεύδομαι, οὐδεμίαν ἐπ' ἐμαυτοῦ βαλλόμενος, οὐδὲ ἀθεεὶ πεποίημαι τὴν φυγήν. ἀλλὰ καὶ πρότερον τοῦ κατὰ ∆έκιον προτεθέντος διωγμοῦ Σαβῖνος αὐτῆς ὥρας φρουμεντάριον ἔπεμψεν εἰς ἀναζήτησίν μου. κἀγὼ μὲν τεσσάρων ἡμερῶν ἐπὶ τῆς οἰκίας ἔμεινα, τὴν ἄφιξιν μὲν τοῦ φρουμενταρίου προσδοκῶν, ὁ δ' ἅπαντα μὲν περιῆλθεν ἀνερευνῶν, τὰς ὁδούς, τοὺς ποταμούς, τοὺς ἀγρούς, ἔνθα κρύπτεσθαί με ἢ βαδίζειν ὑπενόησεν, ἀορασίᾳ δὲ εἴχετο, μὴ εὑρίσκων τὴν οἰκίαν. οὐ γὰρ ἐπίστευον οἴκοι με διωκόμενον μένειν, καὶ μόλις μετὰ τὴν τετάρτην ἡμέραν κελεύσαντός μοι μεταστῆναι τοῦ θεοῦ καὶ παραδόξως ὁδοποιήσαντος ἐγώ τε καὶ οἱ παῖδες καὶ πολλοὶ τῶν ἀδελ φῶν ἅμα συνεξήλθομεν. καὶ ὅτι τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐκεῖνο γέγονε τὰ ἑξῆς ἐδήλωσεν, ἐν οἷς τάχα τισὶ γεγόναμεν χρήσιμοι. εἶτά τινα μεταξὺ εἰπὼν τὰ μετὰ τὴν φυγὴν αὐτῷ συμβεβηκότα δηλοῖ ταῦτα ἐπάγων· ἐγὼ μὲν γὰρ περὶ ἡλίου δυσμὰς ἅμα τοῖς σὺν ἐμοὶ γενομένοις ὑπὸ τοῖς στρατιώ ταις εἰς Ταπόσιριν ἤχθην. ὁ δὲ Τιμόθεος κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν ἔτυχε μὴ παρὼν μηδὲ καταληφθείς· ἐλθὼν δὲ ὕστερον εὗρε τὸν οἶκον ἔρημον καὶ φρουροῦντας αὐτὸν ὑπηρέτας, ἡμᾶς δὲ ἐξηνδραποδισμένους. Καὶ μεθ' ἕτερά φησι· καὶ τίς ὁ τῆς θαυμαστῆς αὐτοῦ οἰκονομίας τρόπος; τὰ γὰρ ἀληθῆ λεχθήσεται. ἀπηντᾶτό τις τῶν χωριτῶν ὑποφεύγοντι τῷ Τιμοθέῳ καὶ τεταραγμένῳ καὶ τὴν αἰτίαν τῆς ἐπείξεως ἐπύθετο. ὁ δὲ τἀληθὲς ἐξεῖπεν, κἀκεῖνος ἀκούσας (ἀπῄει δ' εὐωχησόμενος γάμῳ, δια παννυχίζειν γὰρ αὐτοῖς ἐν ταῖς τοιαύταις συνόδοις ἔθος) εἰσελθὼν ἀπήγ γειλε τοῖς κατακειμένοις ἐν τῷ γάμῳ. οἱ δὲ ὁρμῇ μιᾷ πάντες ἐξανέστησαν, καὶ δρόμῳ φερόμενοι τάχιστα ἧκον ἐπισπεύδοντες ἡμῖν, καὶ ἠλάλαξαν καὶ φυγῆς εὐθέως τῶν φρουρούντων ἡμᾶς στρατιωτῶν γενομένης ἐπέστησαν ἡμῖν, ὡς εἴχομεν ἐπὶ τῶν ἀστρώτων σκιμπόδων κατακείμενοι. κἀγὼ μέν, οἶδεν ὁ θεός, ὡς λῃστὰς εἶναι πρότερον ἡγούμενος ἐπὶ σύλησιν καὶ ἁρπα 448 γὴν ἀφικομένους, μένων ἐπὶ τῆς εὐνῆς ἤμην ἐν τῷ λινῷ ἐσθήματι, τὴν δὲ λοιπὴν ἐσθῆτα παρακειμένην αὐτοῖς ὤρεγον. οἱ δὲ ἐξανίστασθαί τε ἐκέλευον καὶ τὴν ταχίστην ἐξιέναι. καὶ τότε συνεὶς ἐφ' ᾧ παρῆσαν ἀνέ κραγον δεόμενος αὐτῶν καὶ ἱκέτευον ἀπιέναι καὶ ἡμᾶς ἐᾶν· εἰ δὲ βούλονταί τι χρηστὸν ἐργάσασθαι, τοὺς ἀπάγοντάς με φθάσαι καὶ τὴν κεφαλὴν αὐ τοὺς τὴν ἐμὴν ἀποτεμεῖν ἠξίουν. καὶ τοιαῦτα βοῶντος, ὡς ἴσασιν οἱ κοινω νοί μου καὶ μέτοχοι πάντων γενόμενοι, ἀνίστασαν πρὸς βίαν. κἀγὼ μὲν παρῆκα ἑαυτὸν ὕπτιον πρὸς τοὔδαφος, οἱ δὲ διαλαβόντες χειρῶν καὶ πο