200
δὲ ἐπὶ τῶν μελῶν τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ὁμοίως γινόμενον παραφροσύνης περιτίθησι δόξαν, καὶ βλάβην οὐ τὴν τυχοῦσαν ἐπάγει. Ἕως μὲν γὰρ ἂν ἐκεῖνος λάμπῃ, καὶ ἡ σὴ εὐμορφία φαίνεται καὶ ὅλον καλλωπίζεται τὸ σῶμα· οὐδὲ γὰρ εἰς ἑαυτὸν μόνον τὸ κάλλος περιίστησιν, ἀλλὰ καὶ σοὶ δίδωσι σε- μνύνεσθαι· ἂν δὲ κατασβέσῃς αὐτὸν, ὅλῳ τῷ σώματι κοινὸν τὸ σκότος εἰργάσω, καὶ πᾶσι τοῖς μέλεσι τὴν συμφορὰν ἐπήγαγες· ὥσπερ οὖν ἐὰν διατηρῇς λάμ- ποντα, ὁλοκλήρῳ τῷ σώματι τὴν ὥραν διατηρεῖς. Οὐ- δεὶς γάρ φησιν, ὅτι Καλὸς ὁ ὀφθαλμὸς, ἀλλὰ τί; Κα- λὴ ἡ δεῖνα· ἂν δὲ καὶ αὐτὸς ἐπαινῆται, μετὰ τὸ κοι- νὸν ἐγκώμιον ἐπαινεῖται. Οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ συμβαίνει· ἂν γὰρ ὦσί τινες οἱ εὐδοκιμοῦντες, τὸ κοινὸν καρποῦται τὴν εὐφημίαν. Οἱ γὰρ ἐχθροὶ οὐ δι- αιροῦσι τὰ ἐγκώμια, ἀλλὰ συνάπτουσι. Κἂν ᾖ τις ἐν τῷ λέγειν λάμπων, οὐκ αὐτὸν ἐγκωμιάζουσι μόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν ἅπασαν. Οὐδὲ γάρ φασιν ὅτι θαυμαστὸς ὁ δεῖνα μόνον, ἀλλὰ τί; θαυμαστὸν ἔχουσι διδάσκαλον οἱ Χριστιανοί· καὶ κοινὸν τὸ κτῆμα ποιοῦσιν. Εἶτα Ἕλληνες μὲν συνάπτουσι, σὺ δὲ διαιρεῖς, καὶ πολεμεῖς τῷ σαυτοῦ σώματι καὶ κατὰ τῶν οἰκείων ἵστασαι μελῶν; Οὐκ οἶσθα, ὅτι τοῦτο πάντα ἀνατρέπει; καὶ γὰρ καὶ Βασι- λεία, φησὶν, ἐφ' ἑαυτὴν μερισθεῖσα οὐ σταθήσε- ται. Οὐδὲν δὲ οὕτω μερίζει καὶ διίστησιν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα, καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥί- ζης κατά τι χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, οὐχ ὅταν αὐτὸς λάβῃ· εὐεργεσίαν γὰρ οἰκείαν νομίζει τὴν ἑτέρων κακο- πραγίαν, οὐ τὴν οἰκείαν εὐημερίαν, κοινός τις ἐχθρὸς τῆς τῶν ἀνθρώπων περιερχόμενος φύσεως, καὶ τὰ τοῦ Χριστοῦ μέλη τύπτων, οὗ τί γένοιτ' ἂν μανικώ- τερον; Ὁ δαίμων φθονεῖ μὲν, ἀλλ' ἀνθρώποις, δαί- μονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὢν, ἀνθρώποις φθονεῖς, καὶ πρὸς τὸ ὁμόφυλον ἵστασαι καὶ ὁμογενὲς, ὅπερ οὐδὲ ὁ δαίμων ποιεῖ. Καὶ ποίας τεύξῃ συγγνώ- μης, ποίας δὲ ἀπολογίας, ὅταν ἴδῃς ἀδελφὸν εὐημε- ροῦντα τρέμων καὶ ὠχριῶν, στεφανοῦσθαι δέον καὶ χαίρειν καὶ ἀγάλλεσθαι; Εἰ δὲ καὶ ζηλοῦν ἐθέλεις, οὐ κωλύω· ζήλωσον, ἀλλ' ἵνα κατ' ἐκεῖνον γένῃ τὸν εὐ- δοκιμοῦντα· μὴ ἵνα αὐτὸν καταβιβάσῃς, ἀλλ' ἵνα πρὸς 61.263 τὴν αὐτὴν φθάσῃς κορυφὴν, ἵνα τὴν αὐτὴν ἀρετὴν ἐπιδείξῃ. Τοῦτο ζῆλος καλὸς, τὸ μιμεῖσθαι καὶ μὴ πο- λεμεῖν, τὸ μὴ ἀλγεῖν ἐπὶ τοῖς ἑτέρων ἀγαθοῖς, ἀλλὰ δάκνεσθαι ἐπὶ τοῖς οἰκείοις κακοῖς· οὗ τὸ ἐναντίον ὁ φθόνος ποιεῖ· τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς. Καὶ γὰρ ὁ πένης οὐχ οὕτω τῇ οἰκείᾳ δάκνεται πενίᾳ, ὡς τῇ τοῦ πλη- σίον εὐπορίᾳ, οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Οὗτος γὰρ κατὰ τοῦτο, ὅπερ ἔφθην εἰπὼν, καὶ τοῦ πλεον- έκτου χείρων· ὁ μὲν γὰρ ὅταν αὐτός τι λάβῃ, χαί- ρει· ὁ δὲ, ὅταν ἕτερος μὴ λάβῃ, τότε εὐφραίνεται. ∆ιὸ παρακαλῶ τὴν πονηρὰν ταύτην ἀφέντας ὁδὸν, καὶ μεταβαλόντας πρὸς ζῆλον καλὸν (καὶ γάρ ἐστι σφοδρὸν καὶ πυρὸς παντὸς θερμότερον ὁ ζῆλος ὁ τοιοῦτος), μεγάλα ἐντεῦθεν καρπώσασθαι ἀγαθά. Οὕτω καὶ Παῦλος τοὺς ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τὴν πίστιν ἐχειραγώγει, λέγων· Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Ὁ γὰρ οὕτω ζηλῶν, ὡς ἐκεῖνος ἐβούλετο, οὐ τήκεται ὅταν τὸν ἕτερον εὐδοκιμοῦντα ἴδῃ, ἀλλ' ὅταν ἑαυτὸν ἀπολιμπανόμενον. Ὁ δὲ φθονερὸς οὐχ οὕτως, ἀλλ' ὅταν ἕτερον εὖ πράττοντα ἴδῃ· καὶ καθάπερ κηφήν τίς ἐστι τοῖς ἀλλοτρίοις λυμαινόμενος πόνοις, καὶ αὐτὸς μὲν οὐδέποτε ἀναστῆναι σπουδάζων, δακρύων δὲ ὅταν ἕτερον ἀναστάντα ἴδῃ, καὶ πάντα ποιῶν ὥστε αὐτὸν καταβαλεῖν. Τίνι οὖν ἄν τις τοῦτο παραβάλοι τὸ πά- θος; Ὅμοιον εἶναί μοι δοκεῖ τοῦτο, οἷον ἂν εἰ νωθὴς ὄνος καὶ πολυσαρκίᾳ βεβαρημένος ἵππῳ πτηνῷ συν- εζευγμένος, μήτε αὐτὸς διανίστασθαι βούλοιτο, καὶ ἐκεῖνον τῷ βάρει τῶν σαρκῶν καθέλκειν ἐπιχειροίη. Καὶ γὰρ καὶ οὗτος, ὅπως μὲν αὐτὸς ἀπαλλαγείη τοῦ βαθέος ὕπνου τούτου, οὐδὲν οὔτε ἐννοεῖ, οὔτε σπου- δάζει· πάντα δὲ ποιεῖ ὥστε τὸν εἰς τὸν οὐρανὸν ἱπτά- μενον ὑποσκελίσαι καὶ καταβαλεῖν, ἀκριβὴς τοῦ διαβόλου ζηλωτὴς γινόμενος. Καὶ γὰρ