203
ἀδελφῶν αὐτοῦ· δεύτερον κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ τὰς χεῖρας ἐπιβαλεῖν· τρίτον προσκυνηθῆναι ὑπὸ τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ· ἃ καὶ τέλους ἐτύγχανεν, ὁπηνίκα τέως μὲν τὰς παραδόξους δυνάμεις καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο καὶ ἐπῃνεῖτο καὶ προσεκυνεῖτο πρὸς τῶν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει, διὰ μὲν τοῦ ψαλμοῦ λέγων· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε», ταῖς δὲ ἀμφὶ τὴν Μαρίαν προστάττων εὐαγγελίζεσθαι αὐτοῖς ὡς ἀδελφοῖς· «ἀπαγγείλατε», γὰρ φησί, «τοῖς ἀδελφοῖς μου», ὅτι «ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». 8.1.59 οὕτω δῆτα αὐτὸν «οἱ ἀδελφοὶ» τὰ μὲν πρῶτα ἐπὶ τοῖς παραδόξοις ὡς θαυμάσιον ἄνδρα μόνον ἐπῄνουν, ἕνα τινὰ ὡς εἰκὸς τῶν προφητῶν εἶναι ὑπειληφότες· ἐπεὶ δὲ ἐν τῷ μεταξὺ ... τὰς θαυμασίους παραδοξοποιίας αὐτοῦ ὁρῶντες καὶ ὡς καθεῖλεν «ἐχθρόν» τε καὶ «ἐκδικητὴν», τόν τε θάνατον, τόν τε ἄρχοντα τοῦ αἰῶνος τούτου ἅμα ταῖς λοιπαῖς ἀοράτοις καὶ ἐχθραῖς δυνάμεσιν, τὸ τηνικάδε θεὸν αὐτὸν εἶναι πιστεύσαντες προσεκύνησαν. 8.1.60 αἱ δὲ «χεῖρες» τοῦ σωτῆρος ἡμῶν κατὰ «νώτου τῶν ἐχθρῶν» αὐτοῦ ἐγίνοντο, ὅτε πάσας τὰς πράξεις αὐτοῦ τάς τε δυνάμεις καὶ παραδοξοποιίας ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο, ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασεν τὰς χεῖρας αὐτοῦ ἐπὶ τοῦ σταυροῦ, καὶ οὕτως αἱ χεῖρες αὐτοῦ, φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα παραχωρούντων αὐτῷ, «κατὰ νώτου τῶν ἐχθρῶν» ἐγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ πατρί, ἄσαρκος καὶ γυμνὸς οὗ ἀνειλήφει σώματος ἐπὶ τὸ «τῶν ἐχθρῶν» κατῄει χωρίον, αὐτοζωὴ τυγχάνων, θάνατον καταλύσσων καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς εἰκὸς κατ' ἀρχὰς μὲν κοινὸν ἄνθρωπον καὶ τοῖς πολλοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι οὕτω τε κυκλῶσαι αὐτὸν καὶ ὡς ἂν τῷ τυχόντι ἐφορμῆσαι· ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατὰ ἄνθρωπον καὶ θειοτέραν φύσιν, τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ' ὧν τὰς χεῖρας ἀφείς, τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσιν φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι· «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου». 8.1.61 εἰ δὲ καὶ εἰσέτι νῦν μυρίοι τοῦ σωτῆρος ἡμῶν ἐχθροὶ τὴν ἐκκλησίαν αὐτοῦ κατὰ καιροὺς πολεμεῖν ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἀοράτῳ χειρὶ καὶ ἐνθέῳ δυνάμει τροποῦται, ὡς καὶ περὶ αὐτῶν εἰρῆσθαι τὸ «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου». 8.1.62 ἐπειδὴ δὲ ἤδη λοιπὸν τὰ κατὰ τῶν ἐχθρῶν νικητήρια ἀπειλήφει, τηνικαῦτα ἐπληροῦτο καὶ τὸ «προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου», πάντες δηλαδὴ οἱ κατ' οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουργικὰ καὶ αἱ θεῖαι δυνάμεις, οἵ τε ἐπὶ γῆς ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ μετὰ τούτους ἅπαντες οἱ ἐξ ἐθνῶν δι' αὐτοῦ τὸν ἕνα καὶ μόνον ἀληθῆ πατέρα θεὸν ἐπιγραψάμενοι, οἵτινες θεὸν λόγον ὄντα τὸν Χριστὸν μεμαθηκότες, ὡς θεὸν προσκυνεῖν αὐτὸν ὁμολογοῦνται. 8.1.63 Ἀλλ' ἐπεὶ ἐχρῆν καὶ τὰ τῆς γενέσεως αὐτοῦ καὶ τὰ τοῦ θανά του μυστήρια τῇ περὶ αὐτοῦ προφητείᾳ συμπεριλαβεῖν, εἰκότως μετὰ τὰ προειρημένα θεσπίζων ὁ Ἰακὼβ ἐπιλέγει· «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς· 8.1.64 «ἐκ σπέρματος» γοῦν ἦν τοῦ «∆αβὶδ κατὰ σάρκα». «ἐκ βλαστοῦ» δὲ «ἀνέβης, υἱέ μου», φησίν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν θεὸς λόγος ὤν, γενόμενος δὲ δεύτερον υἱὸς ἀνθρώπου δι' ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν. 8.1.65 εἴη δ' ἂν καὶ τοῦ θανάτου αὐτοῦ δηλωτικὸν τὸ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος», ἐξ ἔθους τῆς γραφῆς, κατά τι οἰκεῖον θεώρημα τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης. 8.1.66 τὸ δὲ «τίς ἐγερεῖ αὐτόν» περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ θαυμαστικῶς εἴρηται· ἐγερθησόμενον